Ancient Greek
Λόγος ζ΄. Πρόκιλλα.
Methodius, Symposium Sive Convivium Decem Virginum 3-7
Not analysed yet
Μὴ ὑπολαμβανέτω δέ τις ἀποκρούεσθαι τὸν ἕτερον ὅμιλον τῶν πεπιστευκότων ,δόξας ἡμᾶς τὰς παρθένους μόνας εἰσηγεῖσθαι τευξομένας τῆς ἐπαγγελίας, οὐ συννοήσας ὅτι καὶ φυλαὶ καὶ πατριαὶ καὶ τάγματα »κατ' ἀναλογίαν« ἑκάστων ἔσονται τῆς πίστεως( καὶ τοῦτο καὶ Παῦλος διαγράφει, ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελή- νης« λέγ(ον καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει έν δόΞῃ. οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν«. καὶ ὁ κύριος δὲ οὐ πᾶσι τὰς αὐτὰς ὁμολογεῖ διδόναι τιμάς, ἀλλ’ ἑτέρους μὲν ἐπὶ τὰ βασίλεια καταριθμεῖται τῶν οὐρανῶν, ἄλλοις κληρονομίαν ἐπαγγέλλεται γῆς, ἐτέροις οψεσθαι τὸν πατέρα. καὶ δὴ καὶ ἐνταῦθα πρῶτον τὸ τάγμα καὶ τὸν χορὸν τὸν ἄγιον αὐτῷ τῶν παρθένων ὥσπερ εἰς νυμφῶνα τὴν ἀνάπαυσιν τῶν καινῶν αἰώνων ἐφομαρτοῦντα συνεισελεύσεσθαι χρησμῳδεῖ. ἐμαρτύρησαν γὰρ οὐ κατά τι μόριον χρόνων ἐν βραχεῖ καρτερήσασαι σωμάτων ἀχθηδόνας, ἀλλὰ διὰ παντὸς ἔτλησαν τοῦ βίου μὴ άποδειλιάσασαι τὸν ἀγῶνα τὸν Ὀλυμπιακὸν ἀληθῶς διαθλῆσαι τῆς ἁγνείας· βασάνοις τε γὰρ ἀγρίαις ἡδονῶν καὶ φόβοις καὶ λύπαις ἀντισχοῦσαι καὶ τοῖς ἄλλοις τῆς πονηρίας τῶν ἀνθρώπων κακοῖς, ἀποφέρονται τὰ γέρα πρῶται τῶν ἄλλων, εἰς τὸν ἀμείων τῆς ἐπαγγελίας ἐκτασσόμεναι χῶρον. ἀμέλει ταύτας μόνον ἐκλεκτὴν νύμφην τὰς ψυχὰς καὶ γνησίαν ὁ λόγος ἑαυτοῦ καλεῖ, τὰς δὲ λοιπὰς παλλακὰς καὶ νεανίδας καὶ θυγατέρας, λέγων ὡδε· »ἐξήκοντά εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαί, καὶ νεανίδες ὦν οὐκ δὲ ἀριθμός. μία ἐστὶ περιστερά μου, τελεία μου· ἐστὶ ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτὴ τῇ τεκούσῃ αὐτήν. εἴδοσαν αὐτὴν θυγατέρες, καὶ μακαριοῦσιν αὐτήν ,βασίλισσαι καί γε παλλακαὶ αἰνοῦσιν αὐτήν‘. πολλῶν γὰρ οὐσῶν δηλονότι τῆς ἐκκλησίας τῶν θυγατέρων μία ἐστὶ μόνη ἐκλεκτὴ καὶ τιμιωτάτη ἐν ὀφθαλμοῖς αὐτῆς ὑπὲρ πάσας, τὸ τάγμα τῶν παρθένων.