Ancient Greek
Λόγος γ΄. Θάλεια.
Methodius, Symposium Sive Convivium Decem Virginum 4-3
Not analysed yet
Τὰ μὲν οὖν δὴ πρὸς τῶν πολλῶν ἀντισφαιριζόμενα σχεδὸν εἶναι τοιαῦτα δὴ νομίζω, ὅσοι δὴ μὴ θέλουσιν εἰς Χριστὸν τὸν πρῶτον ἄνθρωπον ,καταφρονοῦντες τῆς συνέσεως, ὡς εἰκός, Παύλου. φέρε γὰρ ἡμεῖς ἐπισκεψώμεθα, πῶς ὀρθοδόξως ἀνήγαγε τὸν Ἀδὰμ εἰς τὸν Χριστόν, οὐ μόνον αὐτὸν τύπον ἡγούμενος εἶναι καὶ εἰκόνα, ἀλλὰ καὶ αὐτὸ τοῦτο Χριστὸν καὶ αὐτὸν γεγονέναι διὰ τὸ τὸν πρὸ αἰώνων εἰς αὐτὸν ἐγκατασκῆψαι λόγον. ἥρμοζε γὰρ τὸ πρωτόγονον τοῦ θεοῦ καὶ πρῶτον βλάστημα καὶ μονογενὲς τὴν σοφίαν τῷ πρωτοπλάστῳ καὶ πρώτῳ καὶ πρωτογόνῳ τῶν ἀνθρώ- πων ἀνθρώπῳ κερασθεῖσαν ἐνηνθρωπηκέναι. τοῦτο γὰρ εἶναι τὸν Χριστόν, ἄνθρωπον ἀκράτῳ θεότητι καὶ τελείᾳ πεπληρωμένον καὶ θεὸν ἐν ἀνθρώπῳ κεχωρημένον· ἦν γὰρ πρεπωδέστατον τὸν πρεσβύτατον τῶν αἰώνων καὶ πρῶτον τῶν ἀρχαγγέλων, ἀνθρώποις μέλλοντα συννομιλεῖν, εἰς τὸν πρεσβύτατον καὶ πρῶτον τῆς ἀνθρωπότητος ἄνθρωπον εἰσοικισθῆναι τὸν Ἀδάμ. ταύτῃ γὰρ τὰ ἐξ ὑπαρχῆς καὶ ἀναπλάσσων αὖθις ἐκ παρθένου καὶ πνεύματος τεκταίνεται τὸν αὐτόν, ἐπειδὴ καὶ κατ’ ἀρχάς, οὔσης παρθένου τῆς γῆς ἔτι καὶ ἀνηρότου, λαβὼν χοῦν τὸ λογικώτατον ἐπλάσατο ἀπ᾿ αὐτῆς ὁ θεὸς ἄνευ σπορᾶς.