Ancient Greek · ~12 min
Λόγος θ΄. Τυσιανή.
Methodius, Symposium Sive Convivium Decem Virginum 4.1
Not analysed yet
Καὶ λήψεσθε ἑαυτοῖς τῇ πρώτῃ ἡμέρᾳ καρπὸν ξύλου ὡραῖον καὶ κάλλυντρα φοινίκων‘ «,λέγων τὴν ἄσκησιν τῶν θείων μαθημάτων, οἷς ἀκκαθαίρεται καὶ κασμεῖται ψυχὴ ψυχὴ τὰ πάθη, ἀποσαρουμένων ἀπ' αὐτῆς καὶ ἐκβαλλομένων τῶν ἁμαρτημάτων δεῖ γὰρ καθαροὺς καὶ κεκοσμημένους ἤσκειν εἰς τὴν ἑορτήν, ὥσπερ κοσμήτρῳ ταῖς ἀσκήσεσι καὶ μελέταις τῆς ἀρετῆς πεφιλοπονημένους· ὅτι μελέταις ἐπιπόνοις καὶ ἀσκήσεσι καθαιρόμενος ὁ νοῦς τῶν ἐπικαλυπτόντων αὐτὸν ἀλλοίων διανοημάτων ὀξυδερκεῖ πρὸ· ς τὴν ἀλήθειαν, καθάπερ καὶ ἡ χήρα τὸν κοδράντην ἐν τοῖς εὐαγγελίοις ἀνεύρατο μετὰ τὸ σαρῶσαι τὸν οἶκον καὶ ῥῖψαι τὰ κόπρια, τὰ ἐπισκοτοῦντα καὶ καλύπτοντα πάθη τὴν ψυχήν, τὰ ἀπὸ τῆς θρύψεως ἡμῶν καὶ τῆς ἀμελείας πληθύνοντα. καὶ τοίνυν ὁ σπουδάζων εἰς τὴν ἑορτὴν τῶν σκηνῶν ἐκείνων φθάσαι καὶ τοῖς ἀνίοις συγκαταλεχθῆναι πρῶτον τὸν ὡραῖον τὴν πίστιν κτησάσθω καρπόν ,εἶτα τὰ κάλλυντρα, τὴν ἄσκησιν καὶ μελέτην τῶν γραφῶν· εἶτα τοὺς ἐριθηλέας ἐφεξῆς κλάδους τῆς ἀγάπης καὶ δασεῖς. οὓς καὶ μετὰ τὰ κάλλυντρα παρεγγυᾷ λαμβάνεσθαι, κλάδους δασεῖς εὐθυβολώτατα τὴν ἀπάπην φράσας· τὸ γὰρ δασὺ κατάκαρπον ὅλον ἐστὶ καὶ πυκνόν, μηδὲν ψιλὸν ἢ διάκενον ἔχον, ἀλλὰ πάντα πεπληρωμένα, καὶ τοὺς ὄρπηκας καὶ τὰ στελέχη. τοιοῦτον γάρ ἐστιν ἡ ἀπάπη, μηδαμόθεν ὑπόκενος ἢ ἄκαρπος οὐσα. ἦ γάρ, »ἐὰν πωλήσω τὰ ὑπάρχοντά μου καὶ δώσω πτωχοῖς, καὶ ἐὰν τὸ σῶμά μου πυρὶ παραδώσω ,καὶ ἐὰν τοσαύτην πίστιν, ὥστε ὅρη μεθιστᾶν, κτήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. . ἡ ἀγάπη ἄρα τὸ κατάκαρπόν ἐστι καὶ δασύτατον ξύλον πάντων, ἡ γέμουσα καὶ πεπληρωμένη τῶν χαρισμάτων. —εἶτα τί παραλαμβάνεσθαι βούλεται καὶ ἔτερον; κλάδους ἰτείνους φησί, τὴν δικαιοσύνην ἰτείνους κικλήσκων κλάδους. ἀνθ’ ὧν οἱ δίκαιοι κατὰ τὸν προφήτην »ὡς ἀναμέσον ὕδατος ἀνατέλλουσι χόρτος καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ«, θάλλοντες τῷ λόγῳ. καὶ ἐπὶ πᾶσι τοὺς ἀμείνους ἐπικοσμοῦντας τὴν σκηνὴν παρακελεύεται προσφέρεσθαι κλάδους διὰ τὸ φερώνυμον εἰναι τὸ δένδρον τῆς ἁ\γνείας, ᾡ κατακοσμεῖται τὰ προειρημένα. ἐρρέτωσαν οἱ ἀκολασταίνοντες νῦν καὶ διὰ τὰς ἑαυτῶν ἡδυπαθείας ἁγνείαν ἀποδιωθούμενοι. πῶς γὰρ εἰς τὴν ἑορτὴν συνεισελεύσονται Χριοτῶ̣, μὴ κοσμήσαντες ἑαυτῶν τὴν σκηνὴν κλάδοις ἁγνείας, τῷ θεοποιῷ καὶ μακαρίῳ φυτῷ; ᾧ τοὺς εἰς τὴν ἄγυριν σπεύδοντας ἐκείνην καὶ τὸν γάμον ἀναδήσασθαι δεῖ καὶ κατασκιάζεσθαι τὰς ἀσφύας. ἴτε γάρ, ὦ καλλιπάρθενοι, τὴν γραφὴν αὐτὴν ἐπισκέψασθε καὶ τὰς ἐντολάς, πῶς ὡς ἐπὶ συμπληρώματος τῶν προειρημένων κατορθωμάτων παρέλαβεν ὁ λόγος τὴν ἁγνείαν, διδάσκων ὄσον διαπρεπὴς καὶ τριπόθητος ἔσται τῇ ἀναστάσει καὶ ὅτι χωρὶς αὐτῆς οὐδεὶς τεύξεται τῶν ἐπαγγελμάτων. ἥν ἐξαιρέτως γεωργοῦμεν ἡμεῖς αἱ παρθενεύουσαι καὶ προσφέρομεν κυρίῳ. χρῶνται δὲ καὶ οἱ πρὸς τὰς ἑαυτῶν ἁγνεύ- οντες γαμετάς, καὶ ὥσπερ ἀμφὶ τὸ στέλεχος κλῶνας αὐτῆς φέρουσι βλαστήσαντας σωφροσύνην ,τῶν ἄνω μὴ ἐφικνούμενοι καὶ μεγάλων αὐτῆς ἐπιφαῦσαι πλάδων καθάπερ ἡμεῖς· ὅμως, εἰ καὶ μικρούς, οὐδὲν ἧσσον προσφέρουσι δὴ καὶ αὐτοὶ κλῶνας ἁγνείας. οἱ δὲ οἰστρηλατούμενοι, κἂν μὴ πορνεύσωσιν, ἀλλὰ καὶ εἰς μόνην τὴν ἔννομον ἀδιαστόλως ἀπιμίγνυσθαι θέλγωνται γαμετήν, πῶς ἑορτάσουσιν; πῶς εὐφρανθήσονται, μὴ κοομήσαντες τὴν σκηνὴν ἑαυτῶν, τὴν σάρκα, τοῖς κλάδοις τῆς ἄγνου, μηδὲ εἰσακούσαντες τοῦ εἰρημένου »ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς οἱ μὴ ἔχοντες ὦσιν‘;