Ancient Greek
Λόγος θ΄. Τυσιανή.
Methodius, Symposium Sive Convivium Decem Virginum 3-9
Not analysed yet
ἐξεταζομένη τῇ πρώτῃ τῆς ἀναστάσεως ἡμέρᾳ εἰσφέρω τὰ προστεταγμένα, εἰ κεκόσμημαι τοῖς τῆς ἀρετῆς καρποῖς, εἰ τοῖς κλάδοις τῆς ἁγνείας κατασκιάζεται. νόει γάρ μοι τὴν ἀνάστασιν εἶναι τὴν σκηνοπηγίαν, νόει μοι καὶ τὰ εἰς τὴν σύνθεσιν παραλαμβανόμενα τῆς σκηνῆς τὰς πράξεις εἶναι τῆς δικαιοσύνης. λαμβάνω οὖν τῇ ἡμέρᾳ τῇ πρώτῃ τὰ ὑποτεταγμένα, οἱονεὶ τῇ ἡμέρᾳ ᾑ κρίνομαι, εἰ τὴν σκηνὴν ἐκόσμησά μου τοῖς προστεταγμένοις, εἰ εὑρίσκονται ταῦτα ἐν αὐτῇ, ἅπερ ἐνταῦθα μὲν ἐν τῷ κόσμῳ κτήσασθαι προστασσόμεθα, ἐκεῖ δὲ προσφέρειν τῷ θεῷ. —ἵτε γὰρ καὶ τὰ ἑξῆς ἐπισκεψώμεθα. καὶ λήψεσθε ἑαυτοῖς τῇ πρώτῃ« φησίν »ἡμέρᾳ καρπὸν ξύλου ὡραῖον καὶ κλάδους ξύλου δασεῖς <καὶ ἰτέας> καὶ κλάδους κλάδους ἐκ χειμάρρου, εὐφρανθῆναι ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν. «καρπὸν ὡραιότατον ξύλου οἱ τὴν »καρδίαν ἀπερίτητοι« Ἰουδαῖοι διὰ τὸ μέγεθος τὸ κίτριον ἡγοῦνται τυγχάνειν ,οὐδὲ ἐγκαλύπτονται κιτρίῳ τὸν θεὸν λέοντες τιμᾶσθαι, ᾧ »τὰ τετράποδα πάντα τῆς γῆς οὐκ εἰσὶν εἰς ὁλοκαύτωσιν ἱκανὰ καὶ ὀ λίβανος εἰς καῦσιν( καὶ ὅλως τἰ τὸ κίτριον. ὦ ἀτεράμονες, ὡραῖον, διὰ τί μὴ καὶ ἡ σταφυλὴ μᾶλλον ὡραία; διὰ τί μὴ καὶ ἡ ῥόα; διὰ τί μὴ καὶ τὸ μῆλον καὶ τὰ ἄλλα ἀκρόδρυα τὰ μᾶλλον διαφέροντα τοῦ κιτρίου; ἀμἐλει έν τῷ Ἄισματι τῶν ᾀσμά- των πάντων ὁ Σολομὼν τούτων ὡραίων μνημονεύσας τὸ κίτριον ἀπεσιώπησε μόνον. ἀλλὰ τούτων ἀπεβουκολήθησαν οἱ ἄφρονες μὴ νοήσαντες τὸ ξύλον τῆς ζωῆς«, ὅ πρόσθεν μὲν ὁ παράδεισος ἔφερε, νῦν δὲ πᾶσιν ἀνεβλάστησεν ἡ ἐκκλησία, τὸν ὡραῖον καὶ εὐπρεπῆ τῆς πίστεως ποιοῦν καρπόν. —τοιοῦτον ἐληλυθότας καρπὸν τῇ πρώτῃ τῆς ἑορτῆς ἡμέρᾳ εἰς τὸ δικαστήριον ἡμᾶς κομίζειν δεῖ Χριστοῦ. ἐὰν μὴ τοιοῦτον σχῶμεν καὶ ἡμεῖς καρπόν, οὐ δυνησόμεθα συνεορτάσαι τῷ θεῷ, οὐ τευξόμεθα κατὰ τὸν Ἰωάννην τῆς πρώτης ἀναστάσεως· τὸ γὰρ ξύλον ἐστὶν ἡ πρωτότοκος πάντων σοφία. »ξύλον ζωῆς ἐστι τοῖς ἀντεχομένοις αὐτῆς« φησὶν ὁ προφήτης »καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτὴν ὡς ἐπὶ κύριον ἀσφαλής · «»ξύλον παρὰ τὰς διεξόδους πεφυτευμένον τῶν ὑδάτων, ὅ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ«, διδασκαλία καὶ ἀπάπη καὶ σύνεοίς ἐστιν, ἐν καιρῷ προσήκοντι τοῖς ἐπὶ τὰ ὕδατα τῆς ἀπολυτρώσεως ἀφικνουμένοις διδομένη. —ὁ μὴ πιστεύσας Χριστῷ, μηδὲ τὴν ἀρχὴν αὐτὸν εἶναι, τὸ ξύλον τῆς ζωῆς, ᾑσθημένος, οὐκ ἔχων δεῖξαι τῷ θεῷ τῷ ὡραιοτέρῳ τῶν ὡραίων καρπῶν τὴν σκηνὴν αὐτοῦ κεκοσμημένην ,πῶς ξορτάσει; πῶς εὐφρανθήσεται; θέλεις γνῶναι τὸν ὡραῖον ὡραῖον τοῦ ξύλου; ἐπίσκεψαι τοὺς λόγους τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πῶς εἰσιν ὡραῖοι κάλλει »παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων«. ὡραῖος καρπὸς ἐβλάστησε διὰ διὰ Μωσέως ὁ νόμος· ἀλλ' οὐχ οὕτως ἠν ὡραῖος, ὡς τὸ εὐαγγέλιον. ἀκεῖνος μὶν γὰρ τύπος τις ἠν καὶ σκιὰ τῶν μελλόντων πραγμάτων«, τοῦτο δὲ »ἀλήθεια« καὶ ζωῆς χάρις. . ὡραῖος ἦν τῶν προφητῶν ὁ καρπός, ἀλλ' οὐχ οὕτως ὡραῖος, ὡς ὁ ἐξ αὐτοῦ γεωργούμενος τῆς ἀφθαρσίας.