Ancient Greek
Λόγος έ. Θάλλουσα.
Methodius, Symposium Sive Convivium Decem Virginum 7-3
Not analysed yet
Εἰ ὁ νόμος ἐστὶ κατὰ τὸν ἀπόστολον »πνευματικός«, τὰς εἰκόνας ἐμπεριέχων τῶν μελλόντων dyaQ-mvi-, φέρε δὴ ἀπαμφιάσασαι τὸ ἐπ’ αὐτῷ »κάλυμμα« τοῦ »γράμματος« ἐφηπλωμένον ἐπισκεψώμεθα γυμνῶς τὴν ἀκρίβειαν. μίμημα τῆς ἐκκλησίας ἐκελεύοντο δαι- δάλλειν Ἑβραῖοι τὴν σκηνήν ,ἵν’ ἔχοιεν διὰ τῶν αἰσθητῶν »τὴν εἰκόνα« τῶν θείων προκαταγγέλλειν »πραγμάτων«. τὸ γὰρ ἐν ὄρει παράδειγμα παρενεχθέν, πρὸς ὄ Πέπων ἐτεκτήνατο τὴν σκηνὴν ὁ μωυσῆς, ἰδέα τις ἠν τῆς κατὰ τὸν οὐρανὸν οἰκήσεως ἀκριβής, ἣν ἡμεῖς τρανότερον μὲν ταῖν τύπων ,ἀμαυρότερον δὲ τῆς άληθείας φεραπεύομεν νῦν. Με γὰρ ἀκραιφνὲς εἰς ἀνθρώπους ὡς πέφυκεν οὔπω τὸ ἀληθές, οἴ μηδὲ βαστάσσι φέρομεν ἄκρατον ἐνταῦθα θεάσασθαι σασθαι τὴν ἀφθαρσίαν, ὁπότε μηδὲ τὰς ἡλιακὰς ἀνέδην ἀκτῖνας. ἀλλ’ Ἰουδαῖοι μὲν τὴν »σκιὰν« τῆς εἰκόνος τρίτην ἀπὸ τῆς ἀληθείας κατηγγέλκασιν, ἡμεῖς δὲ τὴν εἰκόνα τῆς κατ’ οὐρανὸν διοικήσεως ἐναργῶς ἐκθειάζομεν. τὸ γὰρ ἀληθὲς ἀκριβῶς μετ’ ἀνάστασιν δηλωθήσεται, ὁπότε »πρόσωπον κατὰ πρόσωπον‘ τὴν ἁγίαν σκηνήν, τὴν πόλιν‘ τὴν ἐν τοῖς οὐρανοῖς, »ἡς τεχνίτης καὶ δημιουργὸς ὁ θεός«, ἀλλ’ οὐ δι’ »αἰνιγμάτων« καὶ ἐκ μέρους‘ ἐποπτεύσομεν.