Ancient Greek
131.2
Metopus, Fragmenta 131.2
Unproofread scanNot analysed yet
τῶν μερεῖων δὲ τῶν καθ᾽ ἕκαστον ὁ αὐτὸς λόγος. ἀπτίλων τε γὰρ ἀξετὰ ὀξυδορξία: αὐτὰ δ᾽ ἀκρότας ἐντὶ τὰς ὀφθαλμῶν φύσιος. καὶ οὕτωτν ἀρετὰ ὀξυακοία: αὐτὰ δ᾽ ἀκρότας ἐντὶ τὰς οὐάτων φύσιος. καὶ ποδῶν ἀρετὰ ποδῶν: αὐτὰ δ᾽ ἀκρότας ἐντὶ τὰς ποδῶν φύσιος. Ἀνάγκη δ᾽ ἀρετὰν πᾶσαν τρία ταῦτ᾽ ἔχειν, λόγον καὶ δύναμιν καὶ προαίρεσιν: λόγον μέν, ᾧ κρίνει καὶ θεωρεῖ: δύναμιν δέ, ᾧ ἀντέχει καὶ κρατεῖ: προαίρεσιν δέ, ᾧ στέργει καὶ ἀγαπᾷ. Τὸ μὲν δὴν κρίνειν καὶ θεωρεῖν ἐντὶ τῷ διανοητικῷ μέρει τὰς ψυχᾶς, τὸ δ᾽ ἀντέχειν καὶ κρατεῖν ἴδιον τοῦ ἀλόγου μέρειος τὰς ψυχᾶς, τὸ δὲ στέργειν καὶ ἀγαπᾶν κοινόν τῆς τῷ διανοητικῷ καὶ τῷ ἀλόγῳ μέρει τὰς ψυχᾶς. συνέτεις γὰρ προαίρεσις ἐκ διανοίας καὶ ὀρέξεως: ἄ μὲν δὴν διάνοια ἀπὸ τοῦ λογικοῦ μέρειος ἐντὶ τὰς ψυχᾶς, ἄ δὲ ὀρεξις ἀπὸ τοῦ ἀλόγου. Τὸ δὲ πλῆθος τῶν ἀρετῶν ἀπασῶν ἐκ τῶν μερεῖων τὰς ψυχᾶς κατεῖδοιτο καὶ τις, ὡσαύτως δὲ καὶ τὰν γένεσιν καὶ τὰν σύστασιν τὰς ἀρετᾶς. ἐπὶ γὰρ τῶν μερεῖων τὰς ψυχᾶς δύο τὰ πρῶτα, τὸ μὲν λογιστικόν, τὸ δ᾽ ἀλογον: καὶ λογιστικόν μέν, ᾧ κρίνομες καὶ θεωρῶμες: ἀλογον δέ, ᾧ δρωμέες καὶ ὀρεγόμεθα. ταῦτα δὲ ἀλλήλοις ἢ συμφωνοῦντι ἢ διαφωννοῦντι, ἄ δὲ μάχα καὶ διαφωνία γίνεται αὐτοῖς δι᾽ ὑπερβολὰν καὶ ἔλλειψιν. φανερὸν δὴν ὅτι, ὅκκα μὲν τὸ λογιστικόν μέρος τὰς ψυχᾶς ἐπικρατῇ τῷ ἀλόγῳ, γίνεται καρτερία καὶ ἐγκράτεια: ὅκκα δὲ τὸ ἀλογον μέρος τὰς ψυχᾶς τῷ λογιστικῷ, ἀκρασία καὶ μαλακία: ὅκκα δὲ τὸ μὲν ἀγῆται τὸ δ᾽ ἐπηται, καὶ ἀμφότερα συμφωνῇ ἀλλήλοις, τὸ ταμικώτα ἀρετά. Ἄ μὲν δὴν καρτερία καὶ ἐγκράτεια γίνεται μετὰ λύπας: ἀλλ᾽ ἄ μὲν καρτερία ἐν τῷ ἀντέχειν πόνοι, ἄ δ᾽ ἐγκράτεια ἐν τῷ ἀντέχειν ἄδονῃ, ἄ δ᾽ ἀκρασία καὶ μαλακία ἐν τῷ μὴ ἀντέχειν μηδὲ κρατεῖν. καὶ διὰ τοῦτο συμβαίνει φεύγειν τὰ γαθὰ τῶν ἀνθρώπων διὰ λύπαν, ἀποβαλεὶν δ᾽ αὐτὰ διὰ ἄδονάν. Καὶ τοὶ ἐπαινοὶ δὲ καὶ ψόγοι καὶ