Ancient Greek
132.1
Metopus, Fragmenta 132.1
Unproofread scanNot analysed yet
τὰ καλὰ πάντα καὶ κακὰ τὰ περὶ τὸν ἄνθρωπον γίνεται ἐν τούτοις τοῖς μέρεσι τῆς ψυχῆς. Καὶ καθόλου μὲν ἡ τῆς ἀρετῆς σύστασις γίνεται τούτων τῶν τρόπων· τὰ δὲ εἴδη αὐτῶν καὶ τὰ μέρη οὕτως καὶ τὰ ἀθρήσαι. ἔπει γὰρ τῆς ψυχῆς δύο μέρη, τὸ μὲν λογιστικὸν τὸ δὲ ἄλογον, καὶ τὸ μὲν λογιστικὸν ἐντὶ φ χρόνιμος καὶ θεωρούμεν, τὸ δὲ ἄλογον δρῶμεν καὶ ὀρεγόμεθα, τῷ δὲ ἀλόγῳ τὸ μὲν θυμοειδὲς τὸ δ᾽ ἐπιθυμητικόν, καὶ τούτω τὸ μὲν οἷον ἀμυντικὸν καὶ ὑπερμαχητικὸν ποιτῶς πλασθὲν θυμοειδὲς ὀνομάζεται, τὸ δ᾽ οἷον ὀρεκτικὸν καὶ ποδατικὸν τῆς οἰκείας τοῦ σώματος συστάσεως ἐπιθυμητικόν· φανερὸν ὡς κατὰ λόγον τοῖς μέρεσι τούτοις τῆς ψυχῆς καὶ τὸ πλῆθος τῶν ἀρετῶν ἀκολουθᾷ καὶ ται διαφοράι καὶ ἰδιότητες αὐτῶν.