Ancient Greek
1.356.5
Metrodorus Major, Testimonia 1.356.5
Unproofread scanNot analysed yet
3. TATIAN. c. 21 καὶ M. δὲ ὁ Λαμψακηνὸς ἐν τῷ Περὶ Ὁμήρου λίαν εὐήθως διέλεχται πάντα εἰς ἀλληγορίαν μεταγών. οὔτε γὰρ Ἥραν οὔτε Ἀθηνὰν οὔτε Δία τοῦτ' εἶναι φησιν ὅπερ οἱ τοὺς περιβόλους αὐτοῖς καὶ τεμένη καθιδρύσαντες νομίζουσιν, φύσεως δὲ ὑποστάσεις καὶ στοιχείων διακοσμήσεις. καὶ τὸν Ἕκτορα δὲ καὶ τὸν Ἀχιλλέα δηλαδὴ καὶ τὸν Ἀγαμέμνονα καὶ πάντας ἀπασφαλῶς Ἕλληνας τε καὶ βαρβάρους σὺν τῇ Ἑλένῃ καὶ τῷ Πάριδι τῆς αὐτῆς φύσεως ὑπάρχοντας χάριν οἰκονομίας ἐρεῖτε παρεῖσῆχθαι οὐδενὸς ὄντος τῶν προειρημένων ἀνθρώπων.