Ancient Greek · ~4 min
Fragment 1
Metrodorus Phil., Fragmenta 1
Not analysed yet
CIC. Ac. pr. II 23, 73 is qui hunc maxime est admiratus Chius Metrodorus initio libri qui est De natura ’nego, inquit, scire nos sciamusne aliquid an nihil sciamus, ne id ipsum quidem nescire aut scire scire nos, nec omnino sitne aliquid an nihil sit’. EUS. P. E. XIV 19, 8 ἕπεται τούτοις συνεξετάσαι καὶ τοὺς τὴν ἐναντίαν βαδίσαντας καὶ πάντα χρῆναι πιστεύειν ταῖς τοῦ σώματος αἰσθήσεσιν ὁρισαμένους, ὧν εἶναι Μητρόδωρον τὸν Χῖον καὶ Πρωταγόραν τὸν Ἀβδηρίτην. τὸν μὲν οὖν Μητρόδωρον Δημοκρίτου ἔφασαν ἀκηκοέναι· ἀρχὰς δὲ ἀποφήνασθαι τὸ πλῆρες καὶ τὸ κενόν, ὧν τὸ μὲν ὄν, τὸ δὲ μὴ ὂν εἶναι. γράφων γέ τοι Περὶ φύσεως εἰσβολῆι ἐχρήσατο τοιαύτηι· ’οὐδεὶς ἡμῶν οὐδὲν οἶδεν οὐδ' αὐτὸ τοῦτο, πότερον οἴδαμεν ἢ οὐκ οἴδαμεν <οὐδ' αὐτὸ τὸ μὴ εἰδέναι καὶ τὸ εἰδέναι οἴδαμεν (ὅτι ἔστιν) οὐδ' ὅλως πότερον ἔστι τι ἢ οὐκ ἔστιν>‘. ἥτις εἰσβολὴ κακὰς ἔδωκεν ἀφορμὰς τῶι μετὰ ταῦτα γενομένωι Πύρρωνι. προβὰς δέ φησιν ὅτι