Ancient Greek
2.467.4
Metrodorus Phil., Testimonia 2.467.4
Unproofread scanNot analysed yet
4. [PLUT.] Strom. 11 (D. 582) M. ὁ Χίος αἰδίον εἶναι φησι τὸ πᾶν, ὅτι εἰ ἦν γενητόν, ἐκ τοῦ μὴ ὄντος ἂν ἦν· ἀπειρον δέ, ὅτι αἰδίον· οὐ γὰρ ἔχειν ἀρχὴν ὅθεν ἤρξατο οὔδὲ πέρας οὔδὲ τελευτὴν· ἀλλ᾿ οὔδὲ κινήσεως μετέχειν τὸ πᾶν. κινεῖσθαι γὰρ ἀδύνατον μὴ μεθιστάμενον· μεθίστασθαι δὲ ἀναγκαῖον ἤτοι εἰς πλήρες ἢ εἰς κενόν. ***πυκνούμενον δὲ τὸν ἄέρα ποιεῖν νεφέλας εἶτα ὕδωρ, ὁ καὶ κατιὸν ἐπὶ τὸν ἥλιον σβεννύναι αὐτόν, καὶ πάλιν ἀραιούμενον ἐξάπτεσθαι [vgl. Epicur. ep. 2,92. 96 p. 39,10. 42,4 Us.] . χρόνῳ δὲ πήγνυσθαι τῷ ξηρῷ τὸν ἥλιον καὶ ποιεῖν ἐκ τοῦ λαμπροῦ ὕδατος ἀστέρας, νύκτα τε καὶ ἡμέραν ἐκ τῆς σβέσεως καὶ ἐξάψεως καὶ καθόλου τὰς ἐκκλίσεις ἀποτελεῖν.