Ancient Greek
101
Michael Glycas, Annales 101
Unproofread scanNot analysed yet
τινὲς στάχυας ἔτιλλον. Καὶ τοῦτο ποιοῦντες δίψει γίνονται κάτοχοι. Ταύτῃ τοι καὶ πρὸς ἀγγεῖον ἔτρεχον οἴνου μεστὸν, ἐλπίζοντες ἐκεῖθεν ἀπαλλαγὴν τῆς δίψης εὐρεῖν. Ἀλλ´ ἐσφάλησαν τοῦ σκοποῦ· ἔχις γὰρ ἐκεῖθεν αἰφνηδὸν ἐκπηδήσασα τῆς ὁρμῆς αὐτοὺς ἀνεχαίτισε. Τί τὸ ἐπὶ τούτοις; Λαμβάνουσι τὸν οἶνον καὶ ἀνθρώπῳ τινὶ λελωβημένῳ διδόασιν, ὡς ἐντεῦθεν αὐτὸν θᾶττον ἐκστῆναι τῶν ὡδε καὶ μὴ τὸ ζῇν οὔτως ἔχειν ἐπώδυνον. Δέχεται τὸν οἶνον ἐκεῖνος, μεθ´ ἡδονῆς ἐκροφᾷ, καὶ παραχρῆμα τῆς νόσου λύτρωσιν εὕρατο. Ἔκτοτε οὖν αἱ τῆς ἐχίδνης σάρκες ἐμβάλλονται τῷ φαρμάκῳ Ἀλλὰ καὶ θηριακὴν τὸ τοιοῦτον διὰ τὰς τῶν θηρίων σάρκας ἐπονομάζουσι, καὶ ὅτι τοῖς ἀπὸ τῶν ὄφεων δήγμασι · καὶ μάλα τὸ τοιοῦτον ἀρμόττει. Τῆς δὲ ἐ τοιαύτης ἐπινοήσεως Ἀνδρόμαχός τις γέγονεν αἴτιος, καθά φησι Γαληνὸς, συνακμάσας τῷ Νέρωνι Πρὸς δέ γε τοῖς εἰρημένοις, ἑλιττομένους ἀλλής λοις γίνωσκε τοὺς ὄφεις ὀχεύεσθαι, καθὰ δὴ καὶ τοὺς ἐχίνους ὀρθίους ἱσταμένους διὰ τὴν ἄκανθαν Εἰ δὲ καὶ τὴν αἰτίαν βούλει μαθεῖν δι´ ἣν οἱ ὄφεις χειμῶνος μὲν τῇ γῇ καταδύονται, θέρους δὲ τοὺς ἄνω τόπους ἐπιζητοῦσι, σαφὴς ὅτι καὶ αὕτη ἐστί. Ψυχρὸς ὁ ὄφις ἐστὶ καὶ ἔηρὸς καὶ νευρώδης καὶ δλιγόαιμος, ἐφ´ ᾧ καὶ τοὺς θερμοὺς ἀεὶ τόπους ἐκ μότης κάτω χωρεῖν εἴωθε θέρους δὲ ἄνωθεν ἐπιπολάζει, διὰ τοῦτο καὶ τὰς ἑαυτοῦ νομάς πρός γε τὴν τοῦ ἀέρος κατάστασιν ὑπαλλάττει ὁ ὄφις. Ὅρα γὰρ ὅτι καὶ τὰ φρεατιαῖα ὕδατα θέρους μὲν τυγχάνει ψυχρὰ, χειμῶνος δὲ θερμά. Τηνικαῦτα καὶ γὰρ τῆς ψυχρότητος ἄνωθεν ἐπιπολαζούσης εἰς τὸ βάθος ἡ θερμότης χωρεῖ, ὅθεν καὶ θερμὰ τυγχάνει κατά γε τὸν χειμῶνα τὰ ὕδατα. Τήν τε γὰρ ψυχρότητα καὶ θερμότητα κατά γε τὸν αὐτὸν τόπον καὶ χρόνον ἅμα μένειν ἡ φύσις οὐκ ἐνομοθέτησεν. Ἀλλὰ καὶ τοῦτο πρὸς τοῖς ἄλλοις εἰδέναι σε βούλομαι. Τοὺς μεγίστους ὄφεις δράκοντας εἴωθε καλεῖν ἡ Γραφή, καὶ μᾶλλον ἡνίκα περὶ τῆς ῥάβδου λέγει τοῦ Μωσέως, μεταβληθῆναι μὲν εἰς ὅφιν τὸ πρότερον, εἶθ’´ οὕτως εἰς δράκοντα, κἀντεῦθεν τὰς ῥάβδους τῶν ἐπαοιδῶν τοῦ Φαραὼ καταπιεῖν, καὶ αὐτὰς δῆθεν εἰς ὄφεις μεταβληθείσας. Ἀλλὰ καὶ ὁ προφήτης Δαυὶδ τὸ κηταῖον ὑπεμφαίνων γένος οὕτω φησί· «Δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Τοιοῦτον δὲ γένος ὁποῖον ἄρα φημίζουσιν οἱ πολλοὶ μέχρι καὶ τήμερον γεγραμμένον οὐχ εὕρομεν· οὐ γὰρ ἐπὶ τούτῳ τὸ ἀστραπαῖον ἄνωθεν καταῤόήννυτο ε πῦρ, ἐπὶ τῷ τοὺς τοιούτους δράκοντας ἐμπιπρᾷν. Τὸ μὲν οὖν δρακόντειον γένος ξηρόν τε τὴν φύσιν ἐστὶ καὶ [τὴν φύσιν] διάπυρον· πῦρ γὰρ καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ἀποβλέπουσι. Καὶ ὃν δὲ ἐξεμοῦσιν ἰὸν, καπνώδης ἐστὶ, καὶ διαιρεῖ τὰ σώματα ψαύσας αὐτῶν. Ἔνθεν τοι καὶ εὔπρηστός ἐστιν ὁ δράκων, δι´´ ἣν ἔχει ξηρότητα, καὶ πρὸς κατάφλεξιν ἐπιτήδειος. ΙΙεφόβηται οὖν διὰ ταῦτα τὸν κεραυνὸν, καὶ ἁλλόμενός ἐστιν ὅτε δι´ ἀέρος φέρεται, τόπους τε καθύοοκοωγΘΟΟΙ