Ancient Greek
127
Michael Glycas, Annales 127
Unproofread scanNot analysed yet
Ἀλλ´ ἐνταῦθα προσέχειν ἄξιον. Οὐδὲ γὰρ ἠβουλήθη μόνον ὁ Θεὸς βασιλέα καταστῆσαι τῶν ὁρωμένων αὐτὸν, ἀλλὰ καὶ ἔργοις αὐτοῖς ἀπηρτισμένην ἔδειξε τὴν ἀρχήν. Ἤγαγε γὰρ τὰ ζῶα πάντα τηνικαῦτα πρὸς αὐτὸν, καίτοι γε τὸ μέλλον οὐκ ἀγνοῶν. Καὶ οὕτω τὰ πάντα δουλικῷ παριστάμενα σχήματι παρ´ αὐτοῦ τὰς ἐπωθυμίας ἐδέχοντο. Οὕτω μὲν οὗν ἔφθασε διά γε τῆς νοερᾶς ψυχῆς καὶ ἀθανασίᾳ τιμήσας αὐτόν, Εἰ γὰρ καὶ τὴν γενησομένην αὐτοῦ μετ´ οὐ πολὺ παρεκτροπὴν οὐκ ἦν ἀγνοῶν, ἀλλ´ ἐπειδὴ καταδικάζειν ἐκ μόνης οὐ θέλει προαιρέσεως, τὴν ἑαυτοῦ βουλὴν ἐπ´ αὐτῷ θεοπρεπῶς ἐκπληροῖ, καὶ ψυχῆς αὐτῷ, καθὰ δὴ καὶ προείρηται, μεταδίδωσι νοερᾶς, ὡς ἐντεῦθεν αὐτὸν εἶναι καὶ ἀθάνατον εἰς τὸ διηνεκές. Ἀλλὰ γὰρ τίνος ἔνεκεν ἄρχοντα των ἐπιγείων ἐποίησε καὶ ἀθάνατον αὐτίκα τὸν ἄνθρωπον; Ἵνα μάθωμεν ἐντεῦθεν ὅτι καὶ ὁ ποιήσας ἡμᾶς Θεὸς πασῶν ἄρχει τῶν ἄνω δυνάμεων. καὶ ὅσι ἀήάνατός ἐστι καὶ ἄφθαρτος καὶ ἀνώλεθρος. Ἐπὶ τούτῳ χὰρ καὶ προλαβὼν χοῦν ἔλεγε· «Κατ´ οἰκείαν εἰκόνα ποιήσωμεν τὸν ἄνθρωπον.» Ὃ δὴ καὶ ὁ Σολομὼν εἰδὼς, «Ὁ Θεὸς, ἔλεγε, θάνατον οὐκ ἐποίησεν, ἀλλ´ ἐπ´ ἀφθαρσίᾳ τὸν ἄνθρωπον ἔκτισε κατ´ εἰκόνα τῆς ἀτδιότητος αὐτοῦ.» Πλὴν εἰ καὶ θανάτω κατεδίκασε μετὰ ταῦτα τὸν ἄνθρωπον, ἀλλ´ οὐκ ἀφῆκεν αὐτὸν ἀπαραμύθητον εἶναι μέχρι πολλοῦ. Μετατίθησι γὰρ τὸν Ἐνὼγ, καὶ τηνικαῦτα τὴν θνητὴν ἐδίδασκε φύσιν ἡμῶν ἀθανασίαν ἐκείνην ἐκδέχεσθαι ἦς ἐξέπεσε διὰ τὴν παράβασιν. Καὶ ἄκουε τί περὶ τούτων φῃαὶν ἑ μέγας Ἀθανάσιος ἐν τῷ εἰς τὴν ἀνάληψιν λόγω αὐτοῦ · «Θάνατος μὲν εἰσῆλθε διὰ τὴν παρακοὴν, λύων δὲ ὅμως τὴν τῆς ἀπειλῆς ἀκμὴν ὁ Θεὸς ἐλπίδα εὐθὺς ἀθανασίας ἀνέτειλε τῷ γένει, καὶ τὸν Ἑνὼχ ἐκ μέσου ἀρπάζει, κἀντεῦθεν τὴν θνητὴν ἐδίδασκε φύσιν ἄρους ἀθανασίας ἅμα ἐκδέχεσθαι.» Ταῦτα μὲν οὖν. ἐπιβεβαιοῦσι καὶ οἱ μαθηταὶ Χριστοῦ λέγοντες ὅτι τὴν ἀπαφθάρτισιν ἡμῶν καὶ πολυζωΐαν τὰ κατὰ τὸν Ἐνὼχ καὶ Ἡλίαν ἐναργῶς παριστᾷ. Πρόσεχε οὖν· τὴν γὰρ ἀπαφθάρτισιν ἡμῶν καὶ ἀπαθανάτισιν ἀπὸ Θεοῦ λαβὼν ὁ Ἐνὼχ διὰ τῆς μεταθέσεως τὴν θνητὴν ἐδίδασκε φύσιν ἡμῶν, ὡς ἤδη προείρηται, ὅρους ἀθανασίας ἐκδέχεσθαι. Καὶ οὑτοι μὲν οὕτως· ὁ δὲ χρυσόῤῥήμων Ἰωάννης ἀριδηλότερον ἔδειξεν Ξτι τὴν ἀπαφθάρτισιν ταύτην ὁ πρῶτος ἐκεῖνος εἶχεν ἄνθρωπος, οὕτω κατὰ λέξιν εἰπών· «Εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ, καὶ μετατίθεται. Καὶ ὅρα Αεσπότου ἀγαθότητα. Εὑρὼν γὰρ ἄνδρα τὴν ἀρετὴν κατωρθωκότα οὐκ ἀπεστέρισεν αὐτὸν τῆς ἀξίας ἢν τῷ πρωτοπλάστῳ ἐχαρίσατο πρὸ τῆς παραβάσεως τῆς ἐντολῆς.» Βἰ δὲ τοῦτο οὕτως ἔχει, τί χρὴ καὶ λέγειν; Εἰ γὰρ ὁ πρῶτος ἐκεῖνος ἄνθρωπος τὴν ἀπαφθάρτισιν εἶχε ταύτην, ἢν ἐκδέχεσθαι τὴν θνητὴν φύσιν ἐδίδασκε μετατεθεὶς ὁ Ἐνὼχ, φαίνεται πάντως ὅτι τοιοῦτος ὑπὸ Θεοῦ παρήχθη κατ´ ἀρχὰς ἃ ἄνθρωπος ὁποῖον αὐτὸν ἑκ νεκρῶν ἐγερθῆναι τὰ θεῖα φάσκουσι λόγια. Μὴ οὖν ἀπίστει τοῖς λεγομένοις. Ὅρα γὰρ ὅτι καὶ ὁ Σιναίτης θεῖος Ἀναστάσιος