Ancient Greek
129
Michael Glycas, Annales 129
Unproofread scanNot analysed yet
καὶ τοιαῦτα γὰρ ἀπέθετο πάθη παντάπασιν ἐκ νεκρῶν ἐγερθέν. Ἔνθεν τοι καὶ γυμνὸν ἐκ τάφου ἐκέορεν ἐκεῖσε παντάπασι καταλιπὼν τὰ ἐντάφια· καὶ γὰρ ἄφθαρτον, ὡς εἴρηται, γεγονὸς ἐπικαλύμματος οἱουδήτινος οὐκ ἠν ἐνδεές. Ἀλλὰ τί χρὴ πολλὰ λέγειν; Εἴπερ οὖν ὁ πρῶτος ἐκεῖνος Ἀδὰμ θνητὸς ὁμοῦ καὶ ἀθάνατος ἦν, εἴπερ οὖν φυσικοῖς ὑπέκειτο πάθεσι κατά γε τὴν τῶν πὶειόνων ὑπόληψιν, ἀνάγκη πᾶσα καὶ τὰ ἡμέτερα μετὰ ταῦτα τοιαύτης ἐπιτεύξεσθαι λήξεως, εἴγε πρὸς ἐκεῖνον ἔχουσι τὸν πρῶτον Ἀδὰμ δηλαδὴ τὴν ἐπάνοδον. Ἀλλὰ γὰρ ἐπὶ τούτοις τοιοῦτόν τι λέγειν οὐ δίκαιον, εἴγε καὶ πρὸ τοῦ λόγου πείθειν ἡμᾶς ἱκανὰ καὶ λίαν αὐτὰ τυγχάνει τὰ πράγματα. Εἰ γὰρ ὁ φθορᾷ ὑποκείμενος οὐτος ἄνθρωπος χωννύμενος τῇ γῇ καὶ σηπόμενος ἄφθαρτος ἐκ νεκρῶν ἐγήγερται καὶ ἀθάνατος, καὶ πιστοῖ τὸν λόγον ὁ μακάριος Ιαῦλος οὕτω περὶ τούτου λέγων· «Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ,» εὔδηλον πάντως ὅτι καὶ ὁ πρὸ τῆς ἁμαρτίας ἐκεῖνος Ἀδὰμ τοιοῦτος ἦν ἀπ´ ἀρχῆς, ἄφθαρτος δηλαδὴ καὶ ἀθάνατος, Καὶ μὴ θαύμαζε τούτου ἕνεκεν, εἴγε καὶ σπέρμα τῇ γῇ καταβαλλόμενον τοιοῦτον ἀναδίδοσθαι εἴωθεν, ὀποῖον ἄρα καὶ πρότερον ἐτύγχανεν εἶναι. Εἴτε γὰρ σίτου κόκκον εἴποις εἴτε κρίθους, εἰ ἕτερον σπέρμα οἱονδήποτε, ὅκεισε πάντως ἐπανέρχεσθαι πέωυκεν ἦν δηλονότι ἐκπέπτωκεν, Ἀλλὰ μὴ μῦθον ἡγοῦ τὰ λεγόμενα. Ὅρα γὰρ ὅτι καὶ ὁ μέγας Ἀθανάσιος ἀποδεῖξαι θέλων ὅτι ἐξ ἀφθάρτου φθαρτοὶ γεγόναμεν, καὶ ὅτι ἀπὸ αθαρτοῦ πάλιν ἄφθαρτοι ἀνιστάμεθα, τῷ τοῦ κόκκου ὑποδείγματι καὶ μάλα προσφυῶς ἐχρήσατο, πρὸς Ἀντίοχον οὕτως εἰπών· «Ὥσπερ ἐπὶ τοῦ κόκκου στάχυν ἐποίησεν ἀπ´ ἀρχῆς ὁ Θεὸς, τοῦ δὲ στάχυος συντριβέντος γέγονεν ὁ κόκκος, καὶ πάλιν ὁ κόκκος σπειρόμενος ἀναβλαστάνει στάχυν, οὕτως ὑπὸ Θεοῦ ὁ ἄνθρωπος γέγονεν ἄφθαρτος, εἶτα δὲ διὰ τῆς παρακοῆς συνετρίβη καὶ φθορᾷ περιέπεσε, σπειρόμενος δὲ διὰ τοῦ θανάτου καὶ τῇ γῇ καταχωννύμενος ἀναβλαστάνει, καὶ γίνεται ὥσπερ ἦν ἄφθαρτος ἀπ´ ἀρχῆς. »Καὶ μή μοι λέγε ὡς εἴγε τέως ἀθάνατος ἦν, πῶς ὑπέπεσε μετὰ ταῦτα φθορᾷ καὶ θνητότητι· ἄφες τὸ πῶς. Θεὸς ἦν ὁ εἰπών· «Ἡ δ´ ἂν ἡμέρα φάγητε ἀπὸ τοῦ φυτοῦ, θανάτῳ ἀποθανεῖσθε.» Καὶ σὺ λέγεις ὅτι πῶς ὁ ἀθάνατος ἐγεγόνει θνητός; ἄφες τὸ πῶς· ὁ χρυσοῤῥήμων Ἰωάννης ἐν τῷ εἰς τὴν ἐξορίαν τοῦ Ἀδὰμ λόγῳ αὐτοῦ τὴν ἀπορίαν ἐπιλύσει σοι ταύτην, οὕτω λέγων· «Παρέβη τὴν ἐντολὴν ὁ Ἀδὰμ, ἔφαγεν ἀφ´ οὗ παρηγγέλθη μὴ φαγεῖν, κεὶ τούτου χάριν ὁ ἀθάνατος ἐγεγόνει θνητός.» Ἄφες τὸ πῶς, ἵνα μὴ καὶ ἐπὶ τῷδε τῷ θνητῷ σώματι πλείονι συσχεθῇς ἀποριᾳ, πῶς ἀναστήσεται, λέγων, ἀθάνατον ἐκ νεκρῶν, εἴγε θνητόν ἐστι καὶ φθαρτόν; Ὁ γὰρ ἀμφιβάλλων ἐπ´ ἐκείνῳ, πῶς ἀθάνατος ἐγεγόνει θνητὸς, ἐξἀνάγκης ἂν ἀπορήσειε καὶ ἐπὶ τούτῳ. Οὐκοῦν