Ancient Greek
132
Michael Glycas, Annales 132
Unproofread scanNot analysed yet
ἀλόγοις ἐγένετο, ἀλλ´ ὕστερον ἐπετίθει, κολάζων κιῖνον τὸν ἐν τιμῇ μὲν ὄντα μὴ συνιέντα δὲ, κἀντεῦθεν εἰς ὑπόμνησιν ἄγων ὧν ἐξέπεσεν ἀγαθῶν. Ἀλλὰ καὶ ὁ Χρυσοῦς τὴν γλῶτταν Ἰωάννης τὸ τοῦ Κπρώτου παριστῶν ἀπαθὲς ἔλεγεν «Ἐννόησόν μοι μακαριότητος ὑπερβολὴν, πῶς ἀνώτεροι πάντων τῶν σωματικῶν οἱ πρωτόπλαστοι ἦσαν, πῶς καθάπερ τὸν οὐρανὸν οὕτω τὴν γῆν ᾤκουν, καὶ ἐν σώματι τυγχάνοντες τὰ τῶν σωμάτων οὐχ ὑπέμειναν» Οὔτε γὰρ στέγης οὔτε ὀρόφου οὕτε ἱματίων οὕτε Κλλου οὐδενὸς τῶν τοιούτων ἐδέοντο. Ἀλλὰ καὶ ὁ θεολόγος Γρηγόριος, ἐπικαλύμματος καὶ προβλήμα τοῦ μὴ δέεσθαι λέγων τὸν ἀπ´ ἀρχῆς ἄνθρωπον, τὰ αὐτὰ τῷ Χρυσοῤῥήμονι πάντως ἐνέφηνε. Σῶμα γὰρ μήτε κρυμοῖς ὑποπίπτον μήτε θάλψεσιν. Εἰ γὰρ ἐλύπει τοιοῦτόν τι πάθος αὐτὸ, καὶ σκεπάσματος ἂν ἐξ ἀνάγκης καὶ προβλήματος[πιδεὲς ἦν. Οὐκ ἂν αὐτὸν πάσχειν ᾠήθη κατά τι ὁ θεῖος οὗτος ἀνὴρ, εἴγε καὶ μᾶλλον τὴν παχυτέραν σάρκα καὶ θνητὴν, ἀφ´ ἧς ἄρα καὶ τὸ πάσχειν ἡμῖν, ἐν τῇ τοῦ δερματίνου χιτῶνος περιβολῇ τὸν Ἀδὰμ ἐνδύσασθαι ἔλεγεν. Ἔδειξε γὰρ ἐντεῦθεν ὄτι πρὸ τῆς τοιαύτης περιβολῆς ἀπαθής ὁ ἄνθρωπος ἦν ἅτε δὴ σάρκα λρπτοτέραν ἐνδεδυμένος, ἀθάνατόν τε καὶ ἄφθαρτον Ἀλλὰ´ ἐπὶ ταύταις ταῖς λέξεσι χαλεπαίνειν οὖ χρή. Κατὰ γὰρ τὸν Χρυσορῥήμονα Ἰωάννην πάσης ἀπήλλακτο τὸ σῶμα ἐκεῖνο φθορᾶς. Ἐφ´ ᾧ καὶ ἄφθαρτον αὐτὸ δικαίως ὀ λόγος ἐκάλεσεν. Εἰ δὲ ἄφθαρτον, εὔδηλον ὅτι καὶ ἀθάνατον ἦν. Εἰ γὰρ ἐπάγεσθαι εἰώθασι καὶ νόσοι καὶ θάνατοι ἔκ τε πλεονεξίας καὶ ἐλλείψεως τῶν τεσσάρων χυμῶν, καθὰ δὴ τῷ Χρυσοῤῥήμονι δοκεῖ, τὸ δέ γε σῶμα τοῦ Ἀδὰμ ἐν ἀπαθείᾳ διῆγε καὶ ὡσαύτως εἶχεν ἀεὶ(οὐδὲ γὰρ ἀλλοίωσιν ἐδέχετό τινα παραπλησίως ἡμῖν, ἅτε δὴ παθῶν παντοίων ὑπέρτερον ὃν], φαίνεται πάντως ὅτι καὶ ἀθανασίας ὑπῆρχε μέτοχον, ὡς ὁ λόγος ἤδη Κφθάσας ἐδήλωσεν. Ὅτι δὲ φυσικῶν παθῶν ἀνώτερος ὁ ἄνθρωπος ἦν ἐν ἐκείνῳ τῷ καιρῷ, καὶ ὁ μέγας ἔδειξε Βασίλειος ἐν τοῖς ἀσκητικοῖς αὐτοῦ κατὰ ῥῆμα διεξιὼν οὑτωσί· «Ὥσπερ εἰ ἦμεν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, οὐκ ἂν ἐπινοίας καὶ μόχθου γεωργικοῦ προσεδεήθημεν, οὕτως εἰ ἦμεν ἐν ἀπαθείᾳ κατά γε τὸ πρὸ τοῦ παραπτώματος ἐν τῆς δημιουργίᾳ χάρισμα, οὐδενὸς ἂν τῶν ἐξ ἰατρικῆς πρὸς παραμυθίαν ἐχρῄζομεν.» Εἴπερ οὖν ἐν τῇ δημιουργίᾳ χάρισμα εἶχε πρὸ τοῦ παραπτώματος ἀπαθείας Δ ἄνθρωπος, πῶς εἴπωμεν οἵῳ δή τινι φυσικῷ πάθει περιπίπτειν αὐτὸν ἐν τῷ τῆς ἀπαθείας καιρῷ; Ἀλλὰ καὶ ὁ μέγας Μάξιμος τὰ πάθη ταῦτα, λύπην ἡδονὴν ἐπιθυμίαν καὶ ὅσα ἄλλα τοιαῦτα, ἃ τῇ ἀνθρωπίνῃ φύσει πρόσεστι τήμερον, ἐκ τῆς τῶν ἀλόγων ἔλεγε μοίρας ἐπὶ τὸν ἄνθρωπον εἰσδραμεῖνἐσειδὴ γὰρ ὁμοιωθῆναι κατεδικάσθη τοῖς ἀνοήτοις κτήνεσι κατὰ γένεσιν, ἐκεῖθεν ἐξ ἀνάγκης καὶ τὰ πάθη ταῦτα πρὸς ἑαυτὸν ἐπεσπάσατο. Οὐδὲ γὰρ προηγουμένως συνεκτίσθη ταῦτα τῷ ἀνθρώπῳ, καΘὼ -ὁ θεῖδς οὗτος ἀνὴρ ἐν τοῖς πρὸς Θαλάσσιον ἔλεγεν, διὰ δὲ τὴν τῆς τελειότητος ἔκπτωσιν ὑπεισῆλθε