Ancient Greek
138
Michael Glycas, Annales 138
Unproofread scanNot analysed yet
ρεγίστην αὐτῷ ἐγχειρίζει ἀρχήν. Καὶ ὃς αὐτίκα αρὸς τὸ ὕψος ἀπιδὼν τῆς ἀρχῆς, καὶ μὴ δυνάμενος ἐνεγκαῖν, ἀπαίρεται καθ´ ἑαυτὸν, ἡσυχῇ καθῆσθαι ὡκ ἀνάχεται, φαντάζεται τὰ ὑπὲρ αὐτὸν, τυραννίδι κέχρηται καὶ εἰς ἀποστασίαν χωρεῖ. Τί τὸ ἐπὶ τούτοις; Ἄχθεται ὁ βασιλεὺς οὐ μικρῶς ἐπὶ τῷ πράγματι, δυσχεραίνει. Τί τοῦτο; Λέγει· πῶς ὁ ἀχάριστος τὴν ἐπελθοῦσαν αὐτῷ δόξαν εἰς ἀδοξίαν μετέστρεψε; Καὶ θέλει μὲν μὴ καθελεῖν τὸν ἀγνώμονα, καταφρονῆσαι δὲ ὅμως τῆς τυραννίδος οὐ δύναται. Χειροῦται τὸν ἀποστάτην λοιπὸν, τῆς ἀξίας ἀπογυμνοῖ καὶ δριμείαις ὑποβάλλει ποιναῖς, ἐνίοτε ἄ καὶ τῆς παρούσης ὑπεξάγει ζωῆς. Συνέφερε λοιπὸν αὐτῷ μὴ δέξασθαι παρὰ βασιλέως ἀρχὴν, εἴπερ ἀπονοίας αὐτοῦ τοιαῦτα παθεῖν ἐκινδύνευσε. Πρόσεχε οὖν, ἀγαπητὲ, καὶ μὴ συναρπάζου τοῖς ἐπιχειροῦσι τὰς θείας οἰκονομίας πολυπραγιμονεῖν. ὐ γὰρ ἡ εὐεργεσία τοῦ Θεοῦ πρόξενος ἡμῖν γίνεται τῶν δεινῶν, ἀλλ´ ἡ ῥᾳθυμία πάντως ἡμῶν καὶ ἡ κατὰ γνώμην ἐπὶ τὸ χεῖρον ὀρμή. Ἀλλ´ οὐδὲ κιολῦσαι τὸν ἄνθρωπον ἔπρεπεν, ἡνίκαι, τὸ φυτὸν ἐπεχείρει φαγεῖν. Πῶς γὰρ, εἴπερ αὐτεξούσιος ἦν; Εἰ γὰρ ἀναστέλλειν ἔμελλε τὸν ἄνθρωπον ὁ Θεὸς, ἡνίκα τοῦτον ἑώρα τῆς εὐθείας δοῦ πόῤῥῳ φερόμενον, ποῦ λοιπὸν ἐθεωρεῖτο τὸ προσὸν αὐτῷ λογικόν; Ποῦ δὲ τὸ αὐτεξούσιον, εἴ γε τῆς ἀλόγου φύσεώς ἐστι τὸ ἀβουλήτως ὧδε κἀκεῖσε περιάγεσθαί τε καὶ μεταφέρεσθαι; Εἴπερ ἐκωλύειτο μὴ ἁμαρτάνειν ὁ ἄνθρωπος, ποῦ λοιπὸν ἡ ἀρετή; Ποῦ δὲ καὶ οἱ διὰ ταύτην διδόμενοι στέφανοι; Κατὰ τί δὲ καὶ ἡ βασιλεία τῶν οὐρανῶν ἔπαθλον αὐτῷ πρόκειται, εἴγε μὴ σπουδῇ καὶ βίᾳ καὶ ἀγαθῇ προαιρέσει τοῦ ἀγαθοῦ γένοιτο μέτοχος; Οὐκ ἔδει κωλύειν αὐτὸν, ἵνα μὴ τοῖς ἀλόγοις ὁ λογικὸς ἐνα. ρίθμιος γένηται, ἅτε δῇ μὴ κεκτημένος τὴν χάριν τῆς αὐτεξουσιότητος. Κατὰ τοῦτο καὶ ὁ μέγας Βασίλειος οὕτω φησίν· «Ὁ λέγων, ἵνα τί μὴ κατεσκεύασεν ἀναμαρτήτους ἡμᾶς ὁ Θεὸς, οὐδὲν ἕτερον ἢ τὴν ἄλογον φύσιν τῆς λογικῆς προτιμᾷ καὶ τὴν ἀκίνητον καὶ ἀνόρμητον τῆς προαιρετικῆς καὶ ἐμ- Π πράκτου.» ΒωοαΓΡ ΠΟΙ ΡΟΩεεΠΠΦ, ἰε ΒΙ] Ιαο αΙΒ υ ΠΑίΓΑΗ ΒΥΙΑΙ ΙΑΙΙΟΛΦ ΡΑΓΙΣΙρΙ οἱ κ ΒΓαεοτῖριο νὴιιίε αᾳεπ ριαίιι.» Παραχωρεῖται λοιπὸν ὁ Ἀδὰμ, ἅπτεται τοῦ φυτοῦ γυμνοῦται, παραχρῆμα παραδείσου ἐξόριστος γίνεται. Τί τὸ ἐπὶ τούτοις; Οἱ τῆς ὡυχῆς αὐτοῦ διανοίγονται ὀφθαλμοὶ, κἀντεῦθεν ὁρᾷ καθαρῶς οἱον ἀγαθόν ἐστιν ἡ τῆν ἐντολῆς φυλακὴ καὶ ὅσον αὐθις κακὸν ἡ ταύτης παράβασις. Οὐδὲ γὰρ τὸ φυτὸν ἐκεῖνο. καθά φησιν Ἰώσηπος καὶ Νεμέσιος ὁ Ἐμέαης ἐπίσκοπος, τοιαύτην εἶχε φύσιν ὥστε τοῖς ἁπτομένοις αὐτοῦ φρόνησιν ἐνιέναι τοῦ τὸ καλὸν εἰδέναι καὶ πονηρόν. Εἰ γὰρ ξύλον αὐτὸ γνώσεως ἡ ἁγία κατονομάζει Γραφὴ, ἀλλ´ οὐ διὰ τοῦτο καὶ τοιαύτην