Ancient Greek
140
Michael Glycas, Annales 140
Unproofread scanNot analysed yet
αὐτὸν,» εἶτα, μετὰ τὴν αὐτοῦ δηλαδὴ ποίησιν, Ἀσήγαγεν «Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς,» Κδειξε προφανῶς ὅτι ἄλλη ποίησις ἐκείνη καὶ ἐτέρα ποίησις αὕτη, ἡ μὲν τὸ τοῦ Δημιουργοῦ παριστῶσα φφιλότιμονατ´ εἰκόνα γὰρ Θεοῦ ἐποίησεν αὐτὸν, ἡ δὲ τὴν τῶν σχημάτων ὑπεμφαίνουσα διαφορὰν Ἄρσεν γὰρ καὶ θῆλυ ἐποίησεν αὐτούς. Δοκεῖ μὲν οὖν ὁ λόγος οὑτοσὶ φορτικὸς, ἀλλὰ τοῖς ἑπομένοις τῷ ἰδίῳ λογισμῷ. Τοῖς γὰρ ἐκζητοῦσι τὰς ἱερὰς τῶν Πατέρων γραφὰς καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι καὶ σαφὴς ὁ τοιοῦτός ἐστι. Καὶ ἄκουε τί φησιν ὁ τὰ θεῖα σοφὸς Ἀναστάσιος. Τοῖς γὰρ προειρημένοις καὶ τάδε προσέθετο, σαφηνίσαι θέλων ἐκ πολλῶν τὸ λεγόμενον. «Δευτέρα κτίσις ἐστὶ τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος προσκατασκευασθεῖσα τῷ πλάσματι, τῷ κατὰ τὴν πρώτην δηλονότι γεγενημένῳ κατ´ εἰκόνα Θεοῦ, ἐν ᾧ διαφορὰ σχημάτων οὐκ ἦν, ὅτι μηδὲ ἐν τῇ θείᾳ καὶ μακαρίᾳ εἰκόνι τοιοῦτόν τι ἐπινενόηται.» Εἰ δὲ ταῦτα οὕτως ἔνει λέγειν οὗν εὔλογον ὅτι ἐκ προγνώσεως ὁ Θεὸς τοιαύτην ἀπ´ ἀρχῆς κατασκευὴν δέδωκε τῷ Ἀδὰμ. εἴ γε τῆς δευτέρας ἐστὶ κτίσεως ἡ τοιαύτη τῶν σχημάτων διαφορὰ, ἣν δὴ καὶ ἀναγκαίως ἐπήγαγε μετὰ τὴν πρώτην, ὡς εἴρηται, ποίησιν· οὐδὲ γὰρ ἠγνόει τὸ συμβησόμενον. Καὶ πρόσχες, εἰ βούλει, τῷ Δαμασκηνῷ Ἰωάννῃ περὶ τοῦ πρώτου ἀνθρώπου λέγοντι «Εἰδὼς δὲ ὁ προγνώστης Θεὸς ὅτι ἐν παραβάσει γενήσεται καὶ ὅτι φθορᾷ. ὑποπεσεῖται, διὰ τοῦτο παράγει τὸ θῆλυ ἐξ αὐτοῦ.» Ὥστε εἰ μὴ τῆς ἀγγελικῆς ἐξέπιπτε βιοτῆς, οὐκ ἂν ἡ τῶν σχημάτων αὐτῇ προσκατεσκεύαστο διαφορὰ, ὅτι μηδὲ χρείαν εῖχε ταύτης ὁ κατ´ εἰκόνα γεγενημένος Θεοῦ πρὸς Τε τὴν ἐκ διαδοχῆς τοῦ γένους σύστασιν, ἅτε κατὰ τοὺς ἀγγέλους, ὡς ἄνω διείληπται, μέλλων πληθύκπθαι Ἀλλ´ ἐπαναληπτέον καὶ αὖθις τὸν λογον. Περὶ τοῦ ὅφεως. Θεία μετὰ τὴν παράβασιν πρὸς τὸν ὄφιν ἀπόφασις «ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ.» Ἐπειδὴ καρδίαν ἠπάτησας καὶ κοιλίαν ἔπεισας ἅψασθαι βρωμάτων, ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ. Οὐδὲ γὰρ ὡς πόδας κεκτημένου τὸ πρότερον, καθὰ Ἰώσηπός τέ φησι καὶ ἡ λεγομένη Λεπτὴ Γένεσις, νῦν ἀποφαίνεται τὸν ἐπὶ τῆς κοιλίᾳ περίπατον. Ἀλλὰ ἐπειδὴ κατὰ τὸν χρυσοῤῥήμονα Ἰωάννην ἀπὸ τοῦ ὀρθίου σχήματος τοιαύτην ἄδειαν ἔσχεν ὥστε πρὸς τὸ οὖς τῇ Εὔᾳ πλησιάσαι καὶ περὶ τοιούτων διαλεχθῆναι, τῇ γῇ καὶ πάνυ δικαίως ἐπισύρεσθαι κατεδικάσθη. Εἰ γὰρ καὶ ἄπους ἐξ ἀρχῆς διεπέπλα στο, ἀλλὰ κύκλοις τινῶν κάτωθεν ἑλιγμῶν ἐνορθούκενος τεταμένοις τοῖς στήθεσιν ἵππευσε. Διὸ καὶ νῦν ἄ ἄφις πολλάκις θυμούμενος ἀνίστησιν ἑαυτλι καὶ κυκλικῶς ἐλισσόμενος τρέχει. Προβὰς δὲ ὅσον δεῖξαι τοῦ παλαιοῦ βαδίσματος τὴν μνήμην, πάλιν τῷ τῆς ἀποφάσεως καταβάλλεται νόμῳ, Ὅρα δὲ νουνεχῶς ὅτι τοσοῦτόν ἐστι βαρὺ τό τινα καθ´ ἑαυΡε εειρεηιε.