Ancient Greek
158
Michael Glycas, Annales 158
Unproofread scanNot analysed yet
Πέτρος, ἐπήγαγε τὸν κατακλυσμὸν ὁ Θεὸς, καὶ οὐ δι´ ἀθεΐαν ἢ ἄλλην κακίαν τινὰ, ὁ θειότατος Κύριλλος ἐν τῇ κατὰ Ἰουλιανοῦ βίβλῳ παρίστησι τοῦτο σαφέστατα λέγων· «Οἱ ἐξ Ἀδὰμ καὶ μέχρι τοῦ Νῶε γεγονότες ἄνθρωποι Θεὸν ἕνα τὸν ἀληθινὸν τετιμήκασι, μετὰ δὲ τὴν τοῦ πύργου κατασκευὴν καὶ τὴν τῶν γλωσσῶν διαφορὰν, ἀσύμβατον καὶ αὐτὴν ἐσχήκασι τὴν περὶ Θεοῦ δόξαν· πανταχοῦ γὰρ διασκεδασθέντες καὶ τὴν πολύθεον πλάνην ἐσχήκασι. »Ὅτι δὲ δι´ ἀσωτίαν ἀμφοτέρων τῶν μερῶν Δ παγκόσμιος ἐκεῖνος γέγονε κατακλυσμὸς, αὐτὸς Α Θεὸς ἐδήλωσεν οὖτως εἰπών· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ αῖναι αὐτοὺς σάρκας,» ἤγουν διὰ τὸ ζῇν αὐτοὺς ἐμπαθῶς τε καὶ σαρκικῶς. Οὕτω μὲν οὖν ὁ μέγας Παῦλος τοὺς ἐγκρατῶς ζῶντας ἀσάρκους καλεῖ, λέγων · «Υμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί.» Σάρκας μὲν οὖν, ὥσπερ δὴ καὶ ἀσεβεῖς, εἴωθε καλεῖν ἡ Γραφὴ τοὺς βίον ἔχοντας ἄσωτον· ἀσέβεια γὰρ οὐ Κμόνον ἡ τῶν εἰδώλων προσκύνησις, ἀλλὰ καὶ αὐτὸς ἀσελγὴς βίος καὶ ἄσωτος. Καὶ τοῦτο δηλοῖ ὁ μακάριος Δαβὶδ λέγων· «Ἐγὼ εἶπα, Ἐξαγορεύσω κατ´ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίω, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. ν Μὴ γὰρ ἀλλόπιστος ν ὁ Δαβίδ; Μὴ τὸν Θεὸν ἐξωμόσατο πάντως; Οὐχὶ, ἀλλὰ τὴν ἐπιθυμίαν ἤτις ἔτεκε τὴν μοιχείαν, ἀσέβειαν ἐκεῖνος ἐκάλεσε. Παγκόσμιον δὲ τὸν κατακλυσμὸν ἐκεῖνον ἐπήνεγκεν ὁ Θεὸς, ὅτι καὶ πάντες ἐκεῖνοι καβάρσεως ἔχρῃζον. Καὶ τοῦτο παρίστησιν ἡ Γραφὴ λέγουσα· «Καὶ εἶδε Κύριος ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὀδὸν αὐτῆς ἐπὶ τῆς γῆς.» οΠΛΠ ΠΟΓΑΙΙΛΗ ΠοΓΡε εριαναίοε.» Πρόσεχε δέ, ἀγαπητέ. Εἰ γὰρ οὐκ ἐφείσατο τότε τινὸς ὁ Θεὸς, ἀλλὰ πάντας ἄρδην κατέκλυσε, μηδὲν ὠφεληθέντας ἐκ τοῦ λόγῳ μόνῳ σέβεσθαι τὸν Θεὸν, εὔδηλον πάντως ὡς οὐδὲ ἡμῶν ἐν ἐκείνῃ φείσεται τῇ ἡμέρα, εἰ καὶ τὸ τῶν Χριστιανῶν ἐπιφερόμεθα ὄυς μα. Ἐρεῖ γὰρ ἀληθῶς ὁ Δεσπότης πάντων Χριστὸς καὶ ἡμῖν, ὅπερ εἶπε τοῖς Ἰουδαίοις, ἡνίκα καυχώμενοι ἔλεγον· «Ἡμεῖς ἐκ τοῦ πατρὸς ἡμῶν τοῦ Ἀβραάμ ἐσμεν.» Καθάπερ γὰρ ἐκείνοις ἔλεγεν· «Εἰ ἐκ τοῦ Ἀβραὰμ ἠτε, τὰ ἔργα ἂν ἐποιεῖτε τοῦ Ἀβραὰμ,» οὔτως ἐρεῖ καὶ ἡμῖν· «Εἰ Χριστιανοὺς αυτοὺς εἴχετε, τὰ ἔργα ἂν ἐποιεῖτε τὰ τοῖς Χριστιανοῖς ἀρμόζοντα.» Μὴ οὖν ἐπὶ τούτοις ἀμφίβαλλε· δεὰ γὰρ τοῦ παγκοσμίου ἐκείνου κατακλυσμοῦ καὶ τοῦ ἐν Σοδόμοις ἐμπρησμοῦ σαφῶς ἔδειξεν ὁ Θεὸς, Κὁποῖον ἀπαντᾷ τέλος τοῖς ἐν ἀσωτίᾳ τὸν βίον καταλύουσιν. Ὁ μέντοι Νῶε πεντακοσίων ἐτῶν γεγονὼς γεννᾷ τὸν Σὶ μ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Ἐφ´ ᾧ καὶ ἄξιος θαυμασμῶν ὁ ἀνὴρ, ὅτι τοσοῦτος παρίππευσε χρόνο· καὶ μίξεσι νομίμοις ὑποκύπτειν οὐκ ἤθελε. Καὶ ὡς ὁ Χρυσοῤῥήμων φητὸν, εἰ μὴ θεία τις ἦν οἰκονομία,