Ancient Greek
177
Michael Glycas, Annales 177
Unproofread scanNot analysed yet
δέ γε τοῦ Ἰακὼβ υἱοὶ ἀκούσαντες τὰ παρὰ Συχὲμ τοῦ υἱοῦ Ἐμὼρ γεγενημένα ἐπὶ τῇ ἀδελφῇ αὐτῶν Δινᾷ κατενύγησαν, ἤγουν ἐλυπήθησαν, ἀσχημοαἡνην τὸ πρᾶγμα ἐλογίσαντο. Ἐφ´ ᾦ καὶ τοὺσἐκεῖσε παροικοῦντας ἔργον φόνου πεποιήκασιν. Ὅθεν καὶ συννωρεῖ αὐτοὺς ὁ Θεὸς καιρὸν ἱκανὸν κακωθῆναι κατ´ Αἴγυπτον. Αὕτη οὗν ἡ αἰτία τῆς πολυετοῦς καὶ πρώτης αἰχμαλωσίας αὐτῶν. Ὁ μέντοι Ἰακὼβ ζητηθεὶς παρὰ τοῦ Ἰωσὴφ, ἡνίκα πρὸς αὐτὸν ἀπῆλθον οἱ ἀδελφοὶ αὐτοῦ διὰ τὴν ἀνάγκην τοῦ λιμοῦ, κατῆλθεν εἰς Αἴγυπτον ἐν οʹ καὶ εʹ ψυχαῖς. Τίθησι δδ τὸν ἀριθμὸν ἡ Γραφὴ, ἵνα μάθωμεν ἐκ πόσων πάσοι γεγόνασιν. Ὁ δέ γε Ἰακὼβ μικροῦ δεῖν ἐξέλιπεν ἐκ τῆς ἀπροσδοκήτου χαρᾶς, ὥς φησιν Ἰώσηπος, εἰ μὴ ὁ Ἰωσήφ αὐτὸν ἀνεζωπύρησεν· εἰ γὰρ καὶ αὐτὸς ὑφ´ ἡδονῆς ἥττων τοῦ πάθους γέγονεν, ἀλλ´ οὐ τὸν αὐτὸν τρόπον τῷ Ἰακώβ. Ὁ μέντοι Φαραὼ πολιὸν ἰδὼν τὸν Ἰακὼβ ἐρωτᾷ περὶ τῶν ἐτῶν αὐτοῦ. Καὶ ὅς ἀπεκρίνατο λέγων· «Αἰ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου ἃς παροικῶ, ρλ´ ἔτη, μικραὶ καὶ πονηραὶ γεγόνασι.» Ταῦτα δὲ ἔλεγε δι´ οὓς ὑπέστη πειρασμούς. Ἐπέζησε δὲ μετὰ ταῦτα ἔτη ιε´ εἰς παράκλησιν ὧν ἔπαθε δεινῶν τὰ πρὸ τοῦ. Καὶ οἱ μὲν παλαιοὶ πολὺν χρόνον ἔων. ὥστε αὐξηθῆναι τὸ γένος ἐν τῷ πλείονι χρόνῳ. Διὰ τοῦτο καὶ πολλαῖς συνήπτοντο γυναιῖίν Αὐσίοα γοῦν καὶ μετὰ τὸν κατακλυσμὸν μακρόβιοι ἦσαν Ἐπειδὴ δὲ τὴν οἰκουμένην ἐπλήρωσαν, ἠλαττώθη λοιπὸν ὁ τῶν ἐτῶν ἀριθμός. Κατὰ δὲ τὸν θειότατον Κύριλλον, ἠλαττώθη τὰ ἔτη διὰ τὸ τὴν φύσιν αὐτὴν ἀδρανεστέραν τῷ χρόνῳ γενέσθαι καὶ μὴ ἐπὶ πλείοσιν ἰσχύειν ἔτεσι παρεκτείνεσθαι. Καὶ πολυετεῖς μὲν ἦσαν οἱ παλαιοὶ δι´ ἣν αἰτίαν ἔφθασεν ὁ λόγος εἰπεῖν· ὁ δὲ Ἰώσηπος τῇ παρευρισκομένῃ τοτε τροφῇ μακροβίους γενέσθαι τοὺς ἀνθρώπους ἔλεγε. Καὶ γεννᾷ μὲν, ὡς εἴρηται, τοὺς δώδεκα πατριάρχας ῥ Ἰακὼβ, ἀφ´ ὧν αἱ δώδεκα φυλαὶ τοῦ Ἰσραήλ· διὰ γὰρ τοῦτο καὶ πατριάρχας ἐκεῖνος ὁ λόγος ἐκάλεσεν ὡς τῶν πατριῶν ἤτοι τῶν φυλῶν ἄρχοντας. Κατὰ δὲ τὸν μέγαν Ἐπιφάνιον δέκα καὶ τρεῖς αἱ φυλαί. Εἰ γὰρ καὶ φυλή τις οὐκ ἔστιν ἐκ τοῦ Ἰωρ σὴφ, ἀλλ´ αἱ ἀπὸ τῶν παίδων αὐτοῦ, τοῦ τε ΜΑανασσῆ καὶ τοῦ Ἐφραΐμ, δύο φυλαὶ τοῦ Ἰωσήφ γνωρίζονται. Ὅμως μέντοι τῆς Λευὶ φυλῆς ὑπεξαιρουμένης ὡς μηδὲν ἐργαζομένης, δώδεκα πάλιν αἱ φυλαί. Καὶ Ἰακὼβ μὲν γεννᾷ τὸν Λευῒ, Λευῒ δὲ τὸν Καάθ, Καὰθ δὲ τὸν Ἀμράμ, Ἀμρὰμ δὲ τὸν Μωσέκ καὶ τὸν Ἀαρών. Καὶ Μωσῆς μὲν ἕκτος ἀπὸ Ἀβραάμ. Ἐκεῖθεν γενεαλογούμενος ὁ Ἰὼβ πέμπτος εὐρίσκεται. Οὕτος ὀ Ἰὼβ κατὰ τὴν τοῦ μεγάλου Κνρίλλου