Ancient Greek
179
Michael Glycas, Annales 179
Unproofread scanNot analysed yet
κελεύει αὐτήν. Ἔνθεν τοι καὶ μαθοῦσα ὅθεν τὸ παιδίον καὶ ὅπως εἰς τὸν ποταμὸν ἐῤῥίφη, παρ´ αύτοῦ λαμβάνει αὐτὸ καὶ ἀνατρέφεσθαι δίδωσιν. Εἰθ´ οὕτως εἰς ἄνδρας ἔρχεται. Ὁρᾷ Ἰουδαῖον ὑπὸ Αἰγυ πτίου θλιβόμενον, οὐκ ἀνέχεται, κτείνει τὸν Αἰγύπτιον, παρὰ τῇ ἄμμῳ κρύπτει αὐτόν. Μετὰ τοῦτο δύο Ἑβραίους ὁρᾷ πρὸς ἀλλήλους διαπληκτιζομένους, καὶ καταλλάσσειν ἐπεχείρει αὐτούς. Οἱ δὲ πρὸς αὐτόν· «Τίς σε κατέστησεν ἐφ´ ἡμῖν ἄρχοντα; μὴ βούλει καὶ ἡμᾶς ἀνελεῖν, ὡς χθὲς τὸν Αἰγύπτιον· ο Ταῦτ´ οὖν ὁ Μωσῆς ἀκούσας, καὶ πτοηθεὶς μήποτε κατάδηλος γένηται, ἀπαίρει τῶν ὁρίων Αἰγύπτου καὶ δραπετεύει πρὸς ἔρημον. Εἶτα Θεὸν ὁρᾶ, κἀκεῖθεν πρὸς Φαραὼ στέλλεται τοῦ ἐξαγαγεῖν τὸν λαόν. Καὶ ταῦτα μὲν ἡ Μωσαϊκὴ διέξεισιν ἱστορία. Ὁ δὲ Ἰώσηπος περὶ τούτου καὶ τάδε. Τῶν ἱερογραμματέων τισαὶ γάρ εἰσι δεινοὶ περὶ τῶν μελλόντων τὴν ἀλήθειαν ἀγγέλλει τῷ βασιλεῖ τεχθήσεσθαί τινα κατ´ ἐκεῖνον τὸν καιρὸν τοῖς Ἱσραηλίταις, ὃς ταπεινώσει μὲν τὴν τῶν Αἰγυπτίων ἡγεμονίαν, αὐξήσει δὲ τοὺς Ἰσραηλίτας τραφεὶς, ἀρετὴ» πάντας ὑπερβαλεῖ καὶ δόξαν ἀείμνηστον κτήσεται. Δείσας δὲ ὁ βασιλεὺς κατὰ γνώμην τὴν ἐκείνου κελεύει πᾶν τὸ γεννηθὲν ἄρσεν παρὰ´ Ἑβραίοις εἰς πὸα ποταμὸν ῥιπτοῦντας διαφθείρειν, παραφυλάσσειν τὰς ὠδῖνας τῶν Ἑβραίων γυναικῶν τὰς Αἰγυπτίας μαίας· ὑπὸ γὰραούτων αὐτὰς ἐκέλευσε μαιοῦσθαι. Ἡ ἐπίνοια δὲ αὕτη πρὸς τὸ διαφθείοεσθαι ὑπὸ´ αὐ-ῶν πὰ τικτόμενα. Γεννᾶται οὖν κατὰ τὴν πρόῤῥησιν ὁ παῖς ἐκεῖνος, λαθὼν τοὺς φύλακας διὰ τὴν τῶν ὀδυνῶν ἐπιείκειαν καὶ διὰ τὸ μὴ βιαίας ἐν τοκετῷ περπεσεῖν τῇ τικτούσῃ τὰς ἀλγηδόνας. Καὶ τρεῖς μὲν μῆνας παρὰ´ ἑαυτοῖς τρέφουσι λανθάνοντες· εἰτα δείσας Ἀμρὰμ μὴ κατάφωρος γένηται, πλέγμα τιβύβλινον ποιήσας καὶ ἀσφαλτώσας αὐτῷ τὸ παιδίον ἐντίθησι καὶ κατὰ ποταμοῦ βάλλει αὐτό. Εἶτα ερμουθὶς ἡ τοῦ βασιλέως θυγάτηρ παρὰ τῷ ποταμῷ παίζουσα καὶ τὸ πλέγμα θεασαμένη κολυμβητὰς ἐπιπέμπει, καὶ ἄγουσιν αὐτό. Καὶ ἰδοῦσα ὑπερηγάπησεν αὐτὸ τὸ παιδίον μεγέθους τε ἕνεκεν καὶ κάλ λους, καὶ φροντίζει ὅπως αὐτὸ τρέφηται. Τὸ δὲ οὐ προσίεται γυναῖκα Αἰγυπτίαν. Ὅθεν καὶ παρατυχοῦσα ἡ Μαριὰμ, καὶ εἰποῦσα ὅτι τὸ συγγενές ἐπιζητεῖ, προτρέπεται γυφαῖκα Ἑβραίαν ἀνάγειν Ὅήεα καὶ ἡ μήτηρ αὐτοῦ εὐμεθόδως μετακαλεῖται Τὴν δὲ ἐπίκλησιν αὐτῷ κατὰ τὸ συμόεβηλὸς ἔθετο· τὶ γὰρ ὕδωρ μῶ καλοῦσιν Αἰγύπτιοι, ὑσεῖς δὲ τοὺς ἐξ ὕδστος σωθέντας. Ἦν δὲ οὗτος ἔβδομος ἀπὸ Ἀβραάμ. Καὶ τριετῆ μὲν αὐτὸν γεγενημένον, θαυμαστὸν ἄ Οεὸς τὸ τῆς ἡλικίας ἐξῆρεν ἀνάστημα. ρὸς δὲ κάιλος οὐδεὶς ἀφιλότιμος ἡν οὕτως ὡς Μωῦσῆν θεασάμενος μὴ ἐκπλαγῆναι τῆς εὐμορφίας. Ὅθεν ἡ Θεο μουθις ἄγονος οὖσα ἰδιοποιεῖται αὐτόν. Ἐφ´ ᾧ καὶ προσάγει τῷ βασιλεῖ, πάντα τε ἀναγγέλλει, καὶ ὅτι ιάδοχός σου γενήσεται, παιδὸς οἰκείου μὴ εὐποροῦντος.