Ancient Greek
186
Michael Glycas, Annales 186
Unproofread scanNot analysed yet
κεκλεισμένας αὐτομάτως ἐποίει ἀνοίγεσθαι, τὰ ἐν οἰκίᾳ σκεύη ὡς αὐτομάτως φερόμενα πρὸς ὑπηρεσίαν εποίει ὁρᾶσθαι, σκιὰς πολλὰς προηγεῖσθαι αὐτοῦ ἐποίει, ἅσπερ ψυχὰς τῶν τεθνεώτων εἶναι ἔφασκε. Τητούμενός ποτε ὑπὸ τοῦ Καίσαρος καὶ φοβηθεὶς ἀπέδρα, τὴν ἑαυτοῦ μορφὴν ἑτέρῳ περιθείς. Εἰ δὲ τοιαῦτα καὶ τοσαῦτα οὗτος ἐποίει τῇ συνεργίᾳ τοῦ Σατανᾶ, καινὸν πάντως οὐδὲν εἴγε κατὰ τὸν τῆς συντελείας καιρὸν ὅργανον καὶ αὐτοῦ τοῦ Σίμωνος ἐπιτηδειότερον εὑρὼν, αὐτὸν δηλαδὴ τὸν Ἀντίχριστον, καὶ μείζονα δι´ αὐτοῦ ποιήσει σημεῖα καὶ τέρατα. Αὐτὸ γὰρ τοῦτο καὶ ὁ Ἀπόστολος περὶ τοῦ Ἀντιχρίστου διέξεισι, λέγων· «Οὕ ἡ παρουσία γενήσεται κατ´ ἐνέργειαν τοῦ Σατανᾶ, δυνάμει πολλῇ καὶ σημείοις καὶ τέρασι ψεύδους.» ; νειΡίε Πἰολε· «Ανείε ευε οιῖι οὐ ΙΝοαοῖιαί Θαιαμα οοΙΙΟΠΩΙΩς, ΠΙΑΙῃΠΟ ΡΟΙοείαίοὴ, μΓοΔἰρία ροιεασυ ἱαεα λεεἰρηαϋίι.» Ὁ μὲν οὖν Φαραὼ δέκα πληγαῖς ὑποβάλλεται. Τίνος οὖν ἕνεκα; Ὅτι τέλειος ὁ δέκατος ἀριθμός. Ὁ γοῦν τελείως ἁμαρτήσας καὶ τελείως δικαίως μαστίζεται. Μετὰ γὰρ τὸν θάνατον Ἰωσὴφ καὶ τοῦ κρατοῦντος τῶν Αἰγυπτίον Φαραὼ ἕτερος ἄρχων ἀνίσταται τοῖς Δἰγυπτίοις, καὶ λίαν πικρὸς, Φαραὼ καὶ οὗτος καλούμενος. Καὶ γὰρ καθάπερ οἱ τῶν Ῥωμαίων βασιλεῖς Καίσαρας ἑαυτοὺς ἐπονομάζειν ἤθελον ἅτε τὴν τοῦ μεμοναρχηκότος Ἰουλίου Καίσαρος εὔκλειαν ἑαυτοῖς περιποιούμενοι, οὕτω καὶ οἱ τῶν Αἰγυπτίων ἄρχοντες ἀπὸ τοῦ πρώτου ἐκείνου Φαραὼ Φαραὼ καὶ οὗτοι κατονομάζεσθαι ἤθελον Ὁ μέντοι Μωσῆς μετὰ τὸ περᾶσαι τὴν Ἐουθρὰν