Ancient Greek
194
Michael Glycas, Annales 194
Unproofread scanNot analysed yet
Καὶ ὃς ἰδών ἐκείνους ὁρμήσαντας κατ´ αὐτοῦ τὰ μὲν δεσμὰ διέῤῥηξε, σιαγόνα δὲ ὄνου λαβὼν χιλίαιις ἄνδρας τῶν ἀλλοφύλων ἀπέκτεινεν. Ὅθεν ἐπὶ τοσοῦτον ἀγωνιζόμενος ὑπὸ δίψους ἐφλέγετο. Δέεται αὖν τοῦ Θεοῦ, καὶ τηνικαῦτα παραμυθεῖται αὐτόν· ἡ γὰρ σιαγὼν παρ´ αὐτοῦ ἐκθλιβεῖσα ὕδωρ ἔβλυσεν ἄφθονον. Ὅθεν ἡ τοιαύτη πηγὴ μέχρι καὶ τήμερον ἐν τοῖς προαστείοις Ἐλευθεροπόλεως φαίνεται, σιαγόνος ἐπονομαζομένη πηγή. Ὁ μὲν οὖν Ἰώσηπός φησιν ὅτι τῇ οἰκείᾳ δυνάμει, καὶ οὐ τῷ Θεῷ τὴν νίκην ἐπιγραψάμενος διψῆσαι, κατὰ πολὺ συγκεχώρηται. Πλὴν ὁ τοσοῦτος τὴν ἰσχὺν ὑπὸ γυναικὸς κατέστη παίγνιον ὕστερον. Μετὰ ταῦτα γὰρ ἠγάπησε τὴν ἐκ Παλαιστινῶν Δαλιλὰν, ἥτις παρὰ τῶν ἀλλοφύλων δωροφορηθεῖσα ἠξίου αὐτὸν ἐξειπεῖν αὐτῇ ἐν τίνι τυγχάνει ἡ ἰσχὺς αὐτοῦ. Καὶ ὃς παρελογίζετο μὲν αὐτὴν τὰ πρῶτα, λέγων· «Ἐὰν δήσωσί με ἐν ἑπτὰ κληματίσιν ὑγραῖς, ἤγουν νευραῖς, ἀτονήσω, καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων.» Καὶ δὴ λαβοῦσα νευρὰς ἔδησεν αὐτὸν, εἶθ´ οὕτως ἐβόηαεν · «Ἀλλόπυλοι ἐπὶ σὲ, Σαμψών.» Καὶ ὃς ἀναστὰς διέρρηξεν αὐτάς. Παραλογισθεῖσα οὖν ἐνέκειτο, καὶ αὖθις ἠξίου μαθεῖν ὅθεν ἡ ἰσχὺς αὐτῷ. Καὶ ὃς ἀπατῶν αὐτὴν ἔλεγεν· «Ἐὰν δήσωσί με ἐν ἐπτὰ καλωδίοις ἀθίκτοις, ἐκλείψει ἡ ἰσχύς μου.» Ποιησάσης οὗν καὶ τοῦτο, καὶ βοησάσης· «Ἀλλόφυλοι ἐπὶ σὲ, Σαμψὼν,» διέῤῥηξεν αὐτὰ παραχρῆμα ἐκ τῶν βραχίονων αὐτοῦ. Πάλιν οὖν ἀξιούσης αὐτῆς ἔλεγεν· «Ἐὰν τοὺς ἑπτὰ βοστρύχους τῆς κεφαλῆς μου διεστῶτας ἁπ´ ἀλλήλων ἐπὶ πασσάλων ἐκδήσῃς καὶ ἐπὲ τοῦ τοίχου προσπήξῃς, ἀσθενήσω καὶ ἔσομαι ὡς οἱ λοιποὶ κἀγώ.» Ἀποτυχοῦσα οὗν κὰν τούτῳ ἐξελιπάρει αὐτὸν αὖθις· ὅθεν ἀνακαλύπτει τὸ ἀπόῤῥόητον, καὶ οὔτω φησὶ πρὸς αὐτήν· «Ξυρὸν ἐπὶ τὴν κεφαλήν μου οὐκ ἀνέβη, ὅτι Ναζαραῖος Θεοῦ εἰμι ἐγὼ ἐκ κοιλίας μητρός μου. Καὶ εἰ ξυρήσωμαι, ἀσθενήσω, καὶ ἀποστήσεται ἀπ´ ἐμοῦ ἡ ἰσγύς μου, καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων »Κατακοιμίσασα οὗν αὐτὸν ἡ Δαλιλὰ ἐξύρησε, καὶ τοῦτο ποιήσασα ἐβόησεν· «Ἀλλόφυλοι ἐπὶ σὲ, Σαμψών. »Καὶ ὃς ἀναστὰς οὐκέτι ἐνεργεῖν ἴσχυεν, ὡς καὶ πρότερον. Οὐκοῦν ἐμπίπτουσιν αὐτῷ οἱ ἀλλόφυλοι, καὶ κρατήσαντες ἐκπηροῦσιν αὐτόν. Ἀλλὰ τί τὸ μετὰ ταῦτα; Ἔκλαυσε Σαμψών πρὸς Κύριον, καὶ εἶπεν· «Ἀδωναὶ Κύριε τῶν δυνάμεων, μνήσθητί μου νῦν, καὶ ἴσχυσόν με ἔτι ἅπαξ τοῦτο, ρεὲ καὶ ἀνταποδώσω ἀνταπόδοσιν μίαν πεοὶ τῶν δύο ὀφθαλμῶν μου τοῖς ἀλλοφύλοις.» Ἐφ´ ᾧ καὶ οὐ παρεῖδεν αὐτὸν ἐπικερτομούμενον ὁ Θεός· καὶ παιδαρίοις γὰρ εἰς γέλωτα μετὰ τὸ τυφλωθῆναι προὔκειτο. Παραδόξως οὖν ἐνισχύει αὐτόν. Ἐφ´ ᾧ καὶ καθημένων ἐκείνων καὶ μεθυόντωνπινικίων γὰρ ἕνεκεν τοῖς εἰδώλοις ἐπανηγύριζον ἐπιδράσσεται τῶν τοῦ οἴκου δύο κιόνων ἐν ᾧ ἦσαν καθήμενοι, καὶ μετὰ τὸ κρατῆσαι αὐτοὺς εἶπεν· «Ἀποανέτω ἡ ψυχή μου μετὰ τῶν ἀλλοφύλων.» Ὁ δὴ