Ancient Greek
198
Michael Glycas, Annales 198
Unproofread scanNot analysed yet
εἰ μὴ Ναβουχοδονόσοο· Οὗτος ἀποστελεῖ τὸ κράτος αὐτοῦ, καὶ ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου τῆς γῆς.» Ἐφ´ ᾠ καὶ ἀπετμήθη τὴν κεφαλὴν αὐτοῦ σοφῶς τῷ ὄντι καὶ εὐμεθόδως παρὰ γυναικὸς τῆς Ἰουδὴθ, πάντα τε τὰ ἐκείνου παρὰ Ἰουδαίων ἐσκυΘεῷ καὶ περιτέμνεται. Ἐν ταῖς ἡμέραις τῶν κριτῶν λιμοῦ γεγονότος ἀπῆρεν ἐκ Βηθλεὲμ ἡ Νοεμὶν σὺν τοῖς παισὶν αὐτῆς ἐν ἀγρῷ Μωάβ· κἀκεῖσε νύμφας ἔλαβον Ὁρφανὴν καὶ Ῥούθ. Μετὰ δέκα δὲ ἔτη τῶν ἀνδρῶν ανόντων ὑπέστρεψεν ἡ Νοεμὶν. Ἠκολούθουν αὐτῇ καὶ αἱ δύο νύμφαι. Καὶ ἡ μὲν Ὁρφανὴ πεισθεῖσα τοῖς λόγοις Νοεμὶν ὑπέστρεψεν, ἡ δὲ θαυμασία Ῥοὺθ οὐκ ἐπείσθη, λέγουσα· «Ὁ λαός σου λαός μου, καὶ ὁ Θεός σου Θεός μου.» Καὶ συνελθοῦσα ἐμίγη τῷ Ἐοὼς, καὶ τέτοκε τὸν Ὀβὴδ τὸν πατέρα Ἰεσσαὶ, ἀφ´ οὗ Δαβίδ. Ἀπὸ Ναβουχοδονόσορ αἰχμάλωτοι Μαρδοχαῖος, γυνὴ Ἐσθὴρ, καὶ λοιποὶ, οἶ ἦσαν ἐπὶ Ἀρταξέρξου. Οὗτος ὁ Μαρδοχαῖος ἐν τῇ αὐλῇ τοῦ βασιλέως ἀκούσας δύο εὐνούχων μελετώντων κατὰ τοῦ βασιλέως ἀνέφερε περὶ τούτων αὐτῷ· οἶ καὶ ἀπώλοντο. Τούτων οὖν ἕνεκεν ὁ παρὰ τῷ βασιλεῖ μέγιστος Ἀμμὰν λυπηθεὶς ἔπεισε τὸν βασιλέα κατὰ Ἰουδαίων ἐπεξελ θεῖν, καὶ γράμματα στεῖλαι τοῖς τῶν ἑκατὸν εἰκοσι καὶ ἑπτὰ νωρῶν ἄρχουσιν, ἀπὸ Ἰνδικῆς ἕως Αἰθιοπίας, τοὺς ὁπουδήποτε παρευρισκομένους Ἰουδαίους τελείως κατασφάττειν κατὰ τὴν τεσσαρεσκαιδεκάτην τοῦ δωδεκάτου μηνός. Μανθάνει ταῦτα ἡ βασιλὶς Ἐσθὴρ, καὶ νηστεύσασα τρεῖς ἡμέρας δέεται πρῶτον τοῦ Θεοῦ, εἴτα καὶ αὐτοῦ τοῦ Ἀρταξέρξου, λέγουσα, «Εἶδον σε, κύριε, ὡς ἄγγελον Θεοῦ, καὶ ἐταράχθη ἡ καρδία μου ἁπὸ φόβου τῆς δόξης σου,» καὶ ἔπεσεν ἐκλυθεῖσα. Ὁ δὲ προὔτρεπεν αἰτῆσαι ὃ θέλει. Ὁ δὲ Ἀμμὰν ἰδὼν τὸν Μαρδοχαῖον