Ancient Greek
205
Michael Glycas, Annales 205
Unproofread scanNot analysed yet
κατέστρεψε τὸν βίον ὁ Σαοὺλ διὰ τὸ ἐπὶ τοῖς Ἀμαληκίταις παρακοῦσαι τοῦ Θεοῦ καὶ διὰ τὸ τῶν ἱερέων γένος ἀπωλείᾳ παραδοῦναι· διὰ γὰρ τοῦ Σύρου Δωὴκ ὡσεὶ τν´ ἱερεῖς ἀπέκτεινεν αἴροντας τὸ ἐφούθ. Ἐκράτησε δὲ τὸν Ἰσραὴλ ὁ Σαοὺλ ἔτη μʹ, ὑπερωμίας ὤν παντὸς τοῦ Ἰσραήλ. Τοῖς Ἑβραίοις ὁ Θεὸς χαριζόμενος τοιοῦτον ἄνδρα βασιλεύειν ἐν αὐτοῖς ἐξελέξατο· ἀνδραγαθίας γὰρ τῆς ἐν πολέΚμοις ἕνεκεν, οὐ μὴν εὐσεβείας, ἠτήσαντο βασιλέα, ταύτῃ τοι καὶ τὸν μέγιστον πάντων ἐκλέγεται, ἐπειδήπερ οὐ ψυχῆς ἀρετὴν ἀλλὰ σώματος θαυμάζομεν μέγεθος. Μετὰ δὲ θάνατον τοῦ Σαοὺλ ἐβασίλευσεν ἐν Ἰσραὴλ ὁ υἱὸς αὐτοῦ Μεμφοστὲ, ἐν Ἰούδᾳ δὲ ὁ Δαβίδ· παρὰ Σαμουήλ καὶ γὰρ χρισθῆναι προέφθα. σεν. Εἶτα Ῥιχαῦ καὶ Βανέας λάθρα τὸν Μεμφοστὲ ἀνελόντες ἦλθον πρὸς τὸν Δαβὶδ ὡς δῆθεν εὐδοκι. μήσαντες διὰ τὸν φόνον. Ὁ δὲ ἀνεῖλεν αὐτοὺς, καθὰ δὴ καὶ τὸν Ἀμαληκίτην ἐκεῖνον, δι´ οὗ ὁ Σαοὺλ τὸ τέλος ἐδέξατο. Τηνικαῦτα παντὸς τοῦ λαοῦ καθίσταται βασιλεὺς ὁ Δαβίδ. Τὴν δὲ θυγατέρα τοῦ Σαοὺλ, εἰ μὴ ὡς Ἰώσηπος ἱστορεῖ, ἀλλ´ οὖν ἔπαλον ἔλαβεν, ἡνίκα τὸν Γολιὰθ ἐσφενδόνησεν· οὕτω γὰρ ἀναμέσον αὐτῶν συμπεφώνητο. Ὁ γοῦν Δαβὶδ μετὰ τὸ ἀναγορευθῆναι βασιλεὺς ἐφίσταται τῇ Ἱεροσόλυμα, καὶ τοὺς ἐκεῖσε κατοικοῦντας Ἰεβουσαίους τροπωσάμενος βασιλείαν ἑαυτοῦ ποιεῖται τὰ Ἱεροσόλυμα. Πρῶτος μὲν οὖν Δαβὶδ, ὡς Ἰώσηπος Ἰστορεῖ, τοὺς Ἰεβουσαίους ἐκεῖθεν ἐκβαλὼν, ἀφ´ ἑαυτοῦ τὴν πόλιν προσαγορεύει· Σόλυμα καὶ γὰρ ἐπὶ Ἀβραὰμ ἐκαλεῖτο. ΚΜετὰ δὲ ταῦτα ὁρᾷ τὴν Βηρσαβεὲ λουομένην ἐν τῷ οἴκῳ αὐτῆς, ὅθεν καὶ ταύτης ἐρᾷ. Μίγνυται λριπὸν αὐτῇ, καὶ τὸν Οὐρίαν οἰκονομεῖ θανάτῳ περιπεσεῖν, ὃς ἀνὴρ αὐτῆς ἦν. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ διὰ Νάθαν ἐλέγχεται. Εἶτα φεύγει διὰ τὴν τοῦ Ἀβεσσαλὼμ ἐπανάστασιν, καταλείψας τὰς αὐτοῦ δέκα παλλακὰς φυλάσσειν τὸν οἶκον αὐτοῦ. Ἡ δὲ αἰτία τοῦ Ἀβεσσαλώμ πατραλοίαν γενέσθαι αὕτη. Τῷ Δαβδ θυγάτηρ ἦν σφόδρα περικαλλὴς, τῷ Ἀβεσσαλὼμ ὁμομήτριος. Ταύτης ὁ Ἀμνὼν ἐρᾷ τῶν ἀδελφῶν ὁ πρεσβύτατος. Καὶ μὴ ἔχων τὰ τῆς ἐπιθυμίας πληρῶσαι σφόδρα κατετήκετο. Ἐφ´ ᾧ καὶ νοσεῖν ὑποκρίνεται. Ἱκετεύει τὸν πατέρα συμπαραμένειν αὐτῷ τὴν ἀδελφὴν δουλείας ἕνεκεν. Γίνεται ταῦτα. Ἀποκαλύπτει τὸ πάθος αὐτῇ. ἡ δ´ οὐκ ἐπείθετο. Βιάζεται αὐτὴν, ἐφ ᾧ καταπειθὴς ὁρᾶται. ΙΙαραχρῆμα μῖσος τίκτεται κατ´ αὐτῆς τῷ Ἀμνὼν, ἐφ´ ᾧ καὶ ἐκβάλλει αὐτήν. Θλίβεται οὐ μικρῶς αὐτῇ,