Ancient Greek
208
Michael Glycas, Annales 208
Unproofread scanNot analysed yet
τούτων τῆ Βερσαβεὲοἶδε γὰρ τὸν σκοπὸν τοῦ Θεοῦ, αὕτη δὲ μηνύει τῷ Δαβίδ. Ὁ μέντοι Δαβὶδ δ δι´ ἑαυτοῦ μὲν τὸν Ἰωὰβ τιμωρῆσαι μὴ θελήσας, Ἐτε ὑπὲρ αὐτοῦ πολλὰ κοπιάσαντα, τῷ Σολομῶντι παραινεῖ ἀποκτεῖναι αὐτὸν, ἵνα μὴ τῆς νεότητος αὐτοῦ καταφρονήσῃ. Τὰ αὐτὰ δὲ συμβουλεύει αὐτῷ καὶ περὶ τοῦ Σεμεεὶ ὡς ἀρχηγοῦ ὄντος, εἰ καὶ αὐτὸς ἐκαρτέρει πολλὰ καὶ πολλάκις ὑβριζόμενος παρ´ αὐτοῦ Κρατεῖ ὁ Σολομῶν, καὶ τηνικαῦτα τὸν ἀδελφὸν αὐτοῦ Ὁρνίαν φονεύει. Ἀλλὰ καὶ ἐπὶ τῷ Ἰωὰδὼσαύτως ποιεῖ, κἂν τῶ Θεῷ προσέφυγεν· ὁ γὰρ θεῖος νόμος τὸν προσπεφευγότα τῷ ναῷ ἀνδροφόνον ἀναιρεῖσθαι προσέταξεν. Ὁ Σολομῶν ἐν χιλιόμβοιν ἱερατεύσας ἱκέτευε τὸν Θεὸν, καὶ σοφίας τυχεῖν ᾔτησε καὶ συνέσεως. Ὥφθη δὲ αὐτῷ Κύριος ἐν ὕπνῳ καὶ εἶπεν· «Αἴτησαι πὸ αἴτημα σεαυτῷ.» Ὁ δὲ εἶπε· «Σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ Δαβὶδ τοῦ πατρός μου, καὶ ἐγώ εἰμι παιδάριον μικρὸν, καὶ ἐγὼ οὐκ οἶδα τὴν εἴσοδόν μου καὶ τὴν ἔξοδόν μου, καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν ικαιοσύνῃ.» Καὶ εἶπε Κύριος πρὸς αὐτὸν, «Ἀνθ´ ων ᾐτήσω παρὰ´ ἐμοῦ τὸ ῥῆμα τοῦτο, καὶ οὐχ ἡμέρας πολλὰς οὐδὲ πλοῦτον οὐδὲ ψυχὰς ἐχθρῶν σου, ἀλλ´ ᾐτήσω πεαυτῷ σύνεσιν τοῦ εἰσακούειν ῥῆμα, Ἀδού πτεποίηκα κατὰ τὸ ῥῆμά σου. Ἰδοὺ δέδωκά σοι καρδὔαν φρονίμην καὶ σοφὴν, ὅση οὐ γέγονεν ἔμπροσθέν σου, καὶ μετὰ σὲ οὐ γενήσεται ὅμοιός σοι ἐν βασιλεῦσι. Καὶ ἐλν πορευθῇς ἐν τῇ ὁδῷ μου, ὡς Λαβὶδ ὁ πατήρ σου, πληθυνῶ τὰς ἡμέρας σου.» πετὰ ταῦτα οἰκοδομεῖ ναὸν τῷ Θεῷ, καὶ αἰτεῖ εἶναι τοὺς ὁφθαλμοὺς αὐτοῦ ἀνεῳγμένους ἐπὶ τὸν θεῖον σὶὸον καὶ εἰσακούειν αὐτῶν. Καὶ ὤφθη Κύριος τῷ Σολομῶντι δεύτερον, καθὼς ὥφθη ἐν Γαβαὼ, καὶ εῖπεν· «Ἄκουσα τῆς φωνῆς τῆς προσευχῆς σου, καὶ ἡγίασα τὸν ναὸν τοῦτον· καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεῖ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας. Ἐὰν δὲ ἀποστραφῆτε ἀπ´ ἐμοῦ, ἐξαρῶ τὸν Ἰσραὴλ ἀπὸ τῆς γῆς ταύτης, καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματι, ἀποῤῥίψω αὐτὸν ἐκ προσώπου μου.» Τοῦ Κμέντοι Σολομῶντος προσευξαμένου πῦρ οὐρανόθεν κατηνέχθη καὶ τὰς προσενεχθείσας θυσίας ἠνάλωσεν. Ὅρα λοιπὸν ὅση πρότερον ἡ τοῦ Σολομῶντος τὐσέβεια, εἴγε καὶ πῦρ ἐπὶ ταῖς θυσίαις αὐτοῦ κατεφέρετο. Καὶ τὸν μὲν ναὸν λίθοις ἀπελεκήτοις οἰκοδομεῖὐτοφυεῖς γὰρ εὐρέθησαν θείᾳ προνοίᾳ, ὥστε μηδενὸς ἁρμονίαν δεηθῆναι σιδήρου, ὥς φησι Θεοδώρητος), τὸν δὲ τοῦ ἱεροῦ περίβολον τμητοῖς λίθοις ἐδομήσατο, κἀκεῖ καὶ λατόμων δέεται, Τὸ μέντοι μηκος τοῦ ναοῦ ἑξήκοντα πήχεων ἦν, καὶ εἴκοσι τὸ εὖρος. Κύκλῳ τοῦ ναοῦ οἰκίσκοι ᾠκοδομήθησαν χάριν τῶν Λευιτῶν καὶ τῆς τῶν σκευῶν άτθέσεως· τὰ γὰρ ἅγια μόνοις τοῖς ἱερεῦσιν ἧσαν βατά. Τὸ δὲ τοῦ ναοῦ ὕψος ρκʹ πήχεων ἦν. Πάντα δὲ τὸν ναὸν χρυσὶς συνεκάλυπτε. Ταῦτα δὲ πάντα τὰ τοῦ ναοῦ ἡ μὲν χάρις τοῦ ἁγίου Πνεύματος ὑπέδειξε τῷ Δαβὶδ, αὐτὸς δὲ τῷ Σολομῶντι. Οἰκοδομιῖ