Ancient Greek
216
Michael Glycas, Annales 216
Unproofread scanNot analysed yet
Θεοῦ καὶ τὸν διάβολον ἐν μέσῳ αὐτῶν, καὶ οὕτω διαλεχθῆναι πρὸς τὸν Κύριον, προσωποποιίαν εἶναί φησιν ὁ θεῖος Χρυσόστομος. Τὸν μέντοι Βάαλ θεὸν εἶναι λέγει Τυρίων ὁ Ἰώσηπος, τὴν δὲ Ἀστάρτην Σιδωνίων, Βααλὴμ δὲ τὸν τοῦ Βάαλ σηκόν. Καὶ περὶ μὲν τούτων οὕτως. Ὁ δὲ Ἰωσαφάτ καὶ προφήτην ζητήσας καὶ τοιαῦτα μαθὼν ὅμως συναπῆρεν εἰς πόλεμον μετὰ τοῦ Ἀχαάβ· πλὴν διὰ τὴν ἄλλην αὐτοῦ ἀρετὴν, ὡς ἄνωθεν εἴρηται, διεφυλάχθη. Ὁ μέντοι Μιχαίας φυλακῇ ἐμβληθεὶς παρὰ τοῦ Ἀχαὰβ ἔλεγε μετὰ, παῤῥησίας «Ἐἀν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐ λελάληκεν ἐν ἡμῖν ὁ Κύριος.» Ἀλλὰ καὶ ἡ ἐπὶ τοῦ Ἀχαὰβ διὰ τοῦ Ἰλίου θεία πρόῤῥησις πέρας ἔσχε. Τρωθεὶς ἐπὶ πολὺ τῷ ἅρματι ἵστατο, ἵνα μὴ τροπλν ἐργάσηται τῇ φυγῇ. Τὸ δὲ αἷμα φεβόμενον ἐνεπάγη τῷ ἅρματι. Τοῦτο παρὰ κρήνῃ ὁ ἡνίοχος ἔπλυνεν, οἱ δὲ κύνες ἐξέλειχον. Αἱ δὲ πόρναι περὶ τὴν ἕω κατὰ τὸ ἔθος ἐλούσαντο· πηγιμαῖον γὰ ἦν τὸ ὕδωρ, κεχρωσμένον δὲ τῷ αἴματι. Ἰωρὰμ δὲ τοῦ κηδεστοῦ Ἀχαὰβ ζηλώσας τὴν ἀσέβειαν ἀξίαν τὴν τιμωρίαν εὔρατο. Ὁ γὰρ μέγας Ἠλίας διὰ γραμμάτων μεμήνυκε τὴν ἀπόφασιν· ιΤάδε λέγει Κύριος· Ἀνθ´ ὧν οὐκ ἐπορεύθης ἐν ὁδῷ Ἰωσαφάτ τοῦ πατρός σου, ἀπέκτεινας δὲ τοὺς ἀδελφούς σου, ἰδοὺ Κύριος πατάσσει πληγὴν μεγάλην ἐν τῷ οἴνῳ σου, καὶ σὺ ἔσῃ ἐν ἀῤῥωστίαις πονηραῖς, ἐν ἀῤῥωστίᾳ κοιλίας, ἕως ἂν ἐξέλθῃ τὰ ἔντερά σου.» Ἐπεστράφησαν τοίνυν ἀλλόφυλοι κατ´ αὐτου, καὶ πάντας ἐξηνδραπόδισαν, καὶ τὰ τέκνα αὐτοῦ πάντα κατέκτειναν ἄνευ τοῦ Ὀχοζίου. Ἐπέσκηψε καὶ ἡ νόσος, καὶ οὐδὲ μετὰ θάνατον βασιλικῆς ἠξιώθη ταφῆς. Ἀληθῶς φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Μετὰ τοῦτον Ὁχοζίας ζηλωτὴς καὶ αὐτὸς τῆς πατρικῆς ἀσεβείας. Ἀποστέλλονται τοίνυν πρὸς τὸν μέγαν Ἡλίαν δύο πεντηκόνταρχοι μετὰ σοβαρότητος καλοῦντες αὐτὸν ἐπὶ τῷ ἐρωτηθῆναι τῆς νόσοω τοῦ βασιλέως ἕνεκεν· ἐφ´ ᾧ καὶ πῦρ καταγαγὼν Ξνωθεν κατέκαυσεν αὐτούς. Ἀλλ´ ἐνταῦθα οἱ ὡμότητα τοῦ προφήτου κατηγοροῦντες αὐτοῦ κατηγοροῦσι τοῦ Θεοῦ· δι´ αὐτοῦ γὰρ τὰ πάντα. Στέλλεται οὖν τρίτος πεντηκόνταρχος, καὶ ἠπίοις λόγοις χρησάμενος τὴν τιμωρίαν διέφυγεν. Κατερχόμενος οὐν καὶ συναντήσας τοῖς ἀποσταλεῖσιν ἐπὶ τὰ εἴδωλα εἶπε, «Παρὰ τὸ μὴ οἶναι Θεὸν ἐν Ἰσραὴλ, πορεύῃ ζητῆσαι μυῖαν θεὸν Ἀκαρῶν; ἡ κλίνη ἐφ´ ἡς ἀνέβης, οὐ καταβήσῃ.» Ἴστωσαν οὐν ἐντευθεν οιῳ