Ancient Greek
218
Michael Glycas, Annales 218
Unproofread scanNot analysed yet
τῶν πινόντων ἀφορῶσα ἡ Γραφὴ μέλι ὕδωρ ἐκάλεσεν Μετὰ δὲ ταῦτα κρατεῖ Ἰωᾶς, ὃς ἐποίησε τὸ εὐθὲς ἐνώπιον τοῦ Θεοῦ πάσας τὰς ἡμέρας Ἰωδάε τοῦ ἀρχιερέως. Οὗτος ζήσας ἔτη ρλʹ καὶ θανὼν θήκης ἠξιώθη βασιλικῆς. Αὐτοῦ δὲ θανόντος ἐξέκλινεν Ἰωᾶς εἰς ἀσέβειαν. Ἐφ´ ᾧ καὶ στέλλονται προφῆται πρὸς αὐτὸν τὸν Ἰωάν, μεθ´ ὧν καὶ ὁ τοῦ Ἰωδάε Ζαχαρίας, ὧν καὶ κατέλευσαν ἔνδον τοῦ ὑπαίθρου ἐν τῷ ναῶ Καὶ ἀποθνήσκων εἶπεν, «Ἵδε, Κύριε, καὶ κρίνε. «Καὶ οὐ διήμαρτε τῆς αἰτήσεως· ἀῤῥωστίᾳ γὰρ περιπεσὼν ὑπὸ τῶν ὑπηκόων ἐσφάγη. Ὁ δὲ τούτου υἱὸς Ἀμασίας βασιλεύσας καὶ τῇ θείᾳ συμμαχίᾳ τοὺς Ἰδουμαίους νικήσας καὶ τοὺς θεοὺς αὐτῶν ἀνδραποδίσας θστερον ἱερουργεῖ αὐτοὺς ὁ ἀνόητος ἐτί-» μησε, τὴν νίκην αὐτοῖς λογισάμενος. Πρὸς ὃν ὁ προφήτης «Ἔγνων ὅτι ἐβουλεύσατο Κύριος τοῦ διαφθεῖραί σε·» ὁμοίως γὰρ πατρὶ ἐτελειώθη, Ἐπαινεῖ δὲ τὸν Ὀζίαν ἡ θεία Γραφή· «Ην,» γάρ φησιν, «ἐκζητῶν τὸν Κύριον ἐν φόβῳ Κυρίου ἐν ταῖς ἡμέραις Ζαχαρίου.» Μετὰ δὲ ταῦτα ἐπιθυμήσας εἰσελθεῖν εἰς τὰ ἄδυτα καὶ θυαιᾶσαι, καὶ ἐλεγχθείς ὑπὸ τοῦ ἀρχιερέως καὶ τῶν ὀγδοήκοντα ἱερέων. Εἶπον γὰρ πρὸς αὐτὸν, «Οὐκ ἔξεστί σοι, Ὀζία, θυμιᾷν. ἀλλὰ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρών·» ὁ δὲ, «Οὐχὶ βασιλεύς εἰμι καὶ ἁλουργίδα βασιλικὴν περιβέβλημαι; »Ἐλεπρώθη οὖν ἐπὶ τούτῳ. Ἐντὸς δὲ τούτου καθημένου διὰ τὴν λέπραν, ὁ υἱὸς αὐτοῦ Ἰωαθὰμ. τὴν βασιλείαν διιθύνων ἦν. Ἕτερος δὲ Ζαχαρίας ἠν ὁ τοῦ Ἰωδάε, ὃν Ἰωᾶς κατέλευσε, καὶ ἕτερος ὁ ἐπὶ ποῦ Ὁχίου. Οἷμαι δὲ τοῦτον εἶναι, φησὶ Θεοδώρητος, περὶ οὗ πρὸς Ἠσαΐαν ἔφη ὁ Κύριος, «Ποίησόν μοι μάρτυρας πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα καὶ Ζαχαρίαν υἱὸν Βαραχίου.» Δἱᾳιηυε, ΠεΙαΙΙ εΙοσΓοιΠ Δἰ ΖαοΙανΙᾳ ΒαΓαοἱἱΛΙΛΙΙ.» ʹχατζ δὲ ὁ τοῦ Ἰωάθαμ πάντας ὑπερενίκησε τῇ ἀσεβείᾳ, ἐφ´ ᾧ καὶ πολλὰ κακὰ εὕρατο. Καὶ οὐδὲ οὖτω συνῆκεν, ἀλλὰ, «Ζητήσω,» ἔλεγε, ιτοὺς θεοὺς πῶν ἐθυῶν τιὸς τύπτοντάς με, καὶ θύσω αὐτοῖς, καὶ ἀντιλήθονταί μου.» Ἀλλὰ καὶ τοὺς υἱοὺς αὐτοῦ διῆγεν ἐν πυρί. Τί δὲ τοῦτό ἐστιν; Ὡς μὲν Ἰώσηπος Ἰστορεῖ ἕνα τῶν υἱῶν αὐτοῦ ὡλοκαύτωσε τῷ Βάαλ. Ἐγὼ οἷμαι, φησὶ Θεοδώρητος, τὸ μέχρις ἡμῶν φθάσαν τῆς πλάνης εἶδος ἐντεῦθεν αἰνίττεσθαι. Ἅπαξ γὰρ τοῦ ἔτους πυρὰς ὁρῶμεν ἀναπτομένας, καὶ ταύταις τινὰς ὑπεραλλομένους παῖδάς τε καὶ ἄνδρας, ἀλλὰ καὶ βρέφη παραφερόμενα διὰ τῆς φλογὸς ὑπὸ τῶν μητέρων αὐτῶν. Ἐδόκει δὲ τοῦτο ἀποτρυπια σμός τις εἶναι καὶ κάθαρσις. Ταύτην οἷμαι κατὰ τοῦ Ἄχατζ γεγενῆσθαι τὴν κατηγορίαν, ὃνξκαὶ ἀποθανόντα τιμῆς βασιλικῆς οὐκ ἡξίωσαν.