Ancient Greek
222
Michael Glycas, Annales 222
Unproofread scanNot analysed yet
ψυχὴν εὐάγωγον εἰς ἀπώλειαν, πάντα τρόπον αὐτῇ καταχρώμενος οὐκ ἀνίησιν. Ἀλλὰ καὶ κράζοντες κόρακες καὶ ἀετοὶ ἀλύοντες δι´ ἀπορίαν θήρας τὴν δεισιδαίμονα καρδίαν πτήσσουσι. Καὶ τοσαύτη τοῦ ἐχθροῦ εἰς τὸν ἄνθρωπον ὕβρις, ὥστε καὶ γαλῆ παραφανεῖσα καὶ κύων διακόψας καὶ ἄνθρωπος ἐπιφανείς ἕωθεν τοὺς ἐντυγχάνοντας πάντῃ ποιοΩσιν ἐκπλήττεσθαι. Τί ἐλεεινότερον τοῦ τοιούτου βίου, πάντα ὑποπτεύειν, ὑπὸ πάντων ἐμποδίζεσθαι, δέον πανταχόθεν τὴν ψυχὴν αὐτοῦ πρὸς τὸν Θεὸν ἐπανάγειν; Ὅταν ἴδῃς ὄρνιθας διαπετομένους τὸν ἀέρα, μὴ τὰ σχήματα τῶν πτήσεων περιεργάζου, ἀλλὰ ταῦτα καταλιπὼν τοῦ Δημιουργοῦ τὴν ἐπ´ αὐτοῖς σοφίαν καὶ διακόσμησιν θαύμαζε, πῶς βάρος τοσοῦτον δι´ ἀέρος φέρεται, πῶς ἡ ἁπαλή τοῦ ἀέρος φύσις ὄχημα γίνεται τῷ πτερῷ, πῶς τῇ μὲν ἐκτόστι τῶν πτερῶν ἐπινήχονται τῷ ἀέρι, τῇ δὲ οὐρᾷ οἷον πηδαλίῳ τὴν πτῆσιν ἑαυτῶν ἀπευθύνουσι. Καὶ τοιαύτη μὲν ἡ σοφία τοῦ Θεοῦ· ὁ δὲ μικρόψυχος καὶ ταπεινὰ φρονῶν τὰς τῶν ἀλόγων κινήσεις τῷ ἰδίῳ σκοπῷ συναρμόζειν ἐπιχειρεῖ, καὶ καταλιπών τὸν Θεὸν δαίμοσιν ἐπιβούλοις ἐκδέδωκεν ἑαυτόν. Καὶ περὶ μέν τούτων οὕτως. Ὁ δέ γε διαληφθεὶς βασιλεὺς καὶ ἐγγαστριμύθους ἐποίησε, καὶ γνώστας ἤτοι μάντεις ἐπλήθυνε, καὶ τὸ πάντων ἀνοσιώτερον, ἐν τῷ θείῳ νεῷ τὸ τῆς ἀκολάστου δαίμονος ἔστησεν ἄγαλμα. Οὐ μόνον δὲ εἰδώλοις ἐλάτρευεν ἐν ἔτεσι πεντήκοντα καὶ δύο, ἀλλὰ καὶ αἷμα ἀθῶον ἐξέχεεν, εἴτε προφητῶν εἴτε ἕαὶ ἄλλων τινῶν εὐσεβῶν Καὶ αὐτὸν δὲ τῇ Ἑαῆωλ ξυλίνῳ λέγουσι πρίσαι πρίονι. Πλὴν ὥς φησι Γεώργιος, Μαροδὰχ βασιλεὺς Ἀσσυρίων δεσμώτην ἤγαγε τὸν Μανασσῆν, και βαλὼν ἐν φυλακῇ ἄρτῳ πιτυρίνῳ καὶ ὕδατι σὺν ὄξει ἔτρεφεν. Ὡς δὲ καὶ ὁ θειότατός φησιν Ἀναστάσιος, ἐξθστορικῶν τινων τοῦτο μαθὼν, καὶ ζωδίῳ χαλκῷ παρὰ τοῦ βασιλέως Βαβυλῶνος ἐμβάλλεται· ἀλλ´ ἔνδον τοῦ ζωθίου ὢν ἐπέγνω τε τὸν Θεὸν καὶ τὴν ᾠδὴν ἔψαλλεν. Ἐφ´ ᾧ καὶ δυνάμει θείᾳ διεῤῥάγη τὸ εἴδωλον, καὶ ἄγγελος Κυρίου κατήγαγεν αὐτὸν εἰς Ἱροσόλυμα. Καὶ ἔζησετὸ λοιπὸν ἐν μετανοίᾳ, καὶ τὰ προλαβόντα διωρθώσατο. Τοσαῦτα δὲ εἰς Θεὸν ἐπλημμέλησεν ὡς καὶ τὸν θειότατον Ἀναστάσιον οὕτως εἰπεῖν· «Εἰ Μανασσῆν ἔσωσεν ὁ Θεὸς, τολμῶ εἰπεῖν ὡς καὶ τὸν Ἐιάβολον ἔσωσεν ἂν, εἴπερ ἐπιστρέψαι ἠθέλησεν Μετὰ δὲ Μανασσῆν ἐβασίλευσεν Ἀμμὼς ὁ υἱὸς αὐτοῦ. Οὗτος τὴν μὲν πατρικὴν ἀσέβειαν ἐμιμήσατο. οὐ μὴν δὲ τὴν μετάνοιαν. Ἄξιον δὲ ζητῆσαι διὰ τί τοῦ μὲν Μανασσῆ τὴν ἐπιστροφὴν ἀνέμεικεν ὁ Θεὸς, τοῦ δὲ υἱοῦ αὐτοῦ Ἀμμὼς οὐχὶ, ἀλλ´ ἐθέρισεν αὐτὸν ἔτη δύο βασιλεύσαντα. Φησὶ γὰρ ἡ Γραφὴ, «Καὶ παρελογίσατο Ἀμμώς λογισμὸν πονηρὸν,