Ancient Greek
227
Michael Glycas, Annales 227
Unproofread scanNot analysed yet
θεριστῶν ἐξ Ἰουδαίας βρῶμα κομίζων αὐτῷ. τοιαῶτα καὶ γίρ τὰ τοῦ Θεοῦ θαυμάσια. Καὶ τῷ Δανιὴλ ἐπέστη, καὶ τῶν θεριστῶν οὐκ ἀπελιμπάνετο. Μετὰ δὲ Κῦρον Καμβύσης ὁ υἱὸς αὐτοῦ, ὁ καὶ Ναβουχοδονόσορ ἐπικληθεὶς ,οὗ στρατηγὸς Ὀλοφέρνης, ὃν ἡ Ἰουδὴθ πανσόφως ἀποκτείνασα καὶ πάντα τὰ αὐτοῦ λαβοῦσα οὐχ ὑψώθη τὴν καρδίαν, ἀλλὰ ταῦτα πάντα τῷ Κυρίῳ ἀναθεμένη τῆ χηρεία ἐδούλευσε, μετὰ τῆς συνήθους ἐγκρατείας ήσασα ἔτη ρεʹ. Μετὰ τοῦτον Σμέρδιος ὁ Μάγος, εἶτα Δαρεῖος ὁ τοῦ Ὑστάσπου, ἐφ´ οὗ ὁ Ζοροβάβελ καὶ ὁ Μετὰ Δαρεῖον Ἀρταβάνης, μετὰ τοῦτον Ἀρταξέρξης ἃ Μακρόχειρ, ἐφ´ οὗ Σοφοκλῆς καὶ Ἡράκλειτος, Ἀναξαγόρας καὶ Πυθαγόρας καὶ Θουκυδίδης καὶ Εὐριπίδης καὶ Ἡρόδοτος καὶ Ἐμπεδοκλῆς καὶ Διογένης καὶ Ἱπποκράτης, Πλάτων καὶ Ἀριστοτέλης ἐγνωρίζοντο. Μετὰ δὲ Ἀρταξέρξην ἕτερος Ἀρταξέρξης, καὶ ἕως Δαρείου τοῦ Ἀρσάμου, ὃν καθελών Ἀλέξανδρος τὴν βασιλείαν τῶν Περσῶν κατέλυσε καὶ πᾶσαν τὴν γῆν ἐκράτησε Μάνθανε οὖν ἐντεῦθεν ὅτι πρώτη βασιλεία ἡ τῶν Ἀσσυρίων ἤτοι Βαβυλωνίων, δευτέρα ἡ τῶν Μήδων ὡς ἐκείνην καθελοῦσα, μετὰ ταῦτα ἡ τῶν Περσῶν ῶς ἐκείνην διαδεξαμένη, επειτα ἡ τῶν Μακεδόνων ώς καταγωνισαμένη τοὺς Πέρσας, καὶ τέλος ἡ τῶν Ῥωμαίων. Μετὰ μέντοι τὸν Ἀλέξανδρον οἱ παῖδες αὐτοῦ καὶ μεγιστᾶνες τὴν βασιλείαν διεῖλον, καὶ τῆς μὲν Αἰ γύπτου Πτολεμαῖος ὁ Λαγὼς καὶ οἱ καθεξῆς Πτολεμαῖοι δέκα τὸν ἀριθμὸν ὄντες καὶ τρεῖς ἕως Κλεοπάτρας, τῆς δὲ Ἀσίας Ἀντίγονος, τῆς δὲ Συρίας καὶ Παλαιστίνης Σέλευκος ὁ Νικάνωρ, ὃς καὶ πόλεις δύο κτίσας εἰς τὰ μέρη Κιλικίας καὶ ἑτέραν ἐν Συρία τὴν μὲν Σελεύκειαν ἐκάλεσε, τὴν δὲ Ἀντιόχειαν, τὴν δὲ Λαοδίκειαν, εἰς ὄνομα ἑαυτοῦ τε καὶ τοῦ υἱοῦ καὶ τῆς θυγατρός αὐτοῦ. Ἐφ´ οὗ Ῥόδιοι θαλασσοκρατήσαντες ἀνέστησαν ἐν τῇ νήσῳ χαλκοῦν ἀνδριάντα εἰς τιμὴν τοῦ ἡλίου, ὃν διὰ τὸ μέγεθος ἐκάλεσαν κολοσσὸν, ἀφ´ οὗ καὶ αὐτοὶ Κολοσσεῖς ὠνομάσθησαν. Μετὰ δὲ Σέλευκον Ἀντίοχος ὁ υἱὸς αὐτοῦ καὶ ἕτεροι πέντε. Εἶτα Ἀντίοχος ὁ ἐπιφανὴς υἱὸς Σελεύκου τοῦ φιλοπάτορνς· ἐφ´ οὖ ἡ δευτέρα ἅλωσις τῆς Ἰερουσαλήμ. Οὗτος γὰρ τὴν Αἴγυπτον πᾶσαν χειρωσάμενος ὡς ἅρπαξ καὶ ἄδικος· ἐπὶ τὴν Ἱερουσαλὴμ μετὰ θυμοῦ ὑπέστρεψεν, ἔνθεν τοι καὶ ἀνῃρέθησαν μυριάδες ιηʹ. Μετὰ δὲ δύο ἔτη ἀπέστειλε στρατηγὸν, ὃς πολλὰ κακὰ τῇ πόλει τῇ ἀγίᾳ ἐνεδείξατο καὶ τὸν λαὸν ἑλληνίζειν ἠνάγκαζε. Ματθαῖος δέ τις ἔχων υἱοὺς πέντε, ἀφ´ ὧν· Ἰούδας ὁ Μακκαβαῖος, ὃς ζήλῳ θείῳ κινηθεὶς τὸν στρατηγὸν