Ancient Greek
230
Michael Glycas, Annales 230
Unproofread scanNot analysed yet
ἀρχὴν αἱ ἐθναρχίαι πᾶσαι γεγόνασιν. Οὐκοῦν ἀπὸ τῆς οἰκοδομῆς Ἰερουσαλὴμ, ἥτις ἐγένετο ἐπὶ Νεεμίου καὶ Ἔσδρα, μέχρις Ὑρκανοῦ τελευταίου ἀρχιερέως, ὃν Ἡρώδης ἀνεῖλεν, ὁ τῶν ξβ´ ἐτῶν ἀριθμὸς συμπληροῦται. Ἔκτοτε δὲ καὶ μέχρι τῆς ἐν τῶ Ἰορδάνη ἐπιφανείας τοῦ Κυρίου αἱ λοιπαὶ ἑπτὰ ἑβδομάδες κατὰ τὴν τοῦ Δανιὴλ πρόῤῥησιν τὴν οὕτω λέγουσαν· «οʹ ἑβδομάδες συνετμήθησαν τοῦ καταλῦσαι ὅρασιν καὶ προφήτην καὶ τοῦ χρισθῆναι ἅγιον ἀνίων,» τουτέστιν αὐτὸν τὸν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ καὶ Θεόν. Μετὰ μέντοι τὴν ἀναίρεσιν τοῦ Ὑρκανοῦ παρανόμως οἱ ἀρχιερεῖς ἐγίνοντο· οὐδὲ γὰρ ἐξ ἐκείνου κατήγοντο Λέγεται δὲ καὶ τοῦτο περὶ τοῦ Αὐγούστου Καίσαρος, ὅτι ὀξύχολος μὲν ην, μετεβάλλετο δὲ τάχιστα. Οὗτος κατὰ πολλῶν τε ἀνθρώπων ἀπεφήνατο θάνατον · σοφὸς δέ τις κατ´ ἐκεῖνο καιροῦ χάρτῃ γράψας ἐνώπιον ἀκοντίζει τοῦ Καίσαρος. Τὰ δὲ γράμματα ἔλεγε· «Δήμιε, παῦσαι κρίνων.» Ταῦτα οὖν ὁ Καῖσαρ ἀναγνοὺς ἐξίσταται τοῦ θρόνου, καὶ ἀκύρωτα πάντα τὰ ψηφισθέντα τίθησιν. Οὗτος πολύς ἦν εἰς γυναῖκας, καὶ μάλιστα τὰς ὑπάνδρους· καὶ δὴ τὸ χεῖρον, προσέταττε τοῖς ἀνδράσι καὶ μὴ βουλομένοις τοιούτου μύσους ὑπηρέτας γίνεσθαι Σοφὸς δέ τις Ἀλεξανδρεὺς Ἀθηνόδωρος τοὔνομα πολλὰ μὲν παρῄνει τῷ Καίσαρι τῶν τοιούτων ἕνεκα, πείθειν δὲ ὅλως μὴ ἔχων ἄλλην ὁδὸν μετέρχεται. Ἄνθρωπον γάρ τινα τὰ πρῶτα ἐν τῆ συγκλήτῳ φέροντα ὀλοφυρόμενον ἱδὼνἠναγκάζετο γὰρ τὴν κὼτοῆ γαμετὴν ἐγκλεῖσαι φορείῳ καταστέγῳ καὶ πρὸς τὸν Καίσαρα πέμψαι) παρεγγυᾶται αὐτῷ μηκέτι πενθεῖν, αὐτὸν δὲ τῷ φορείῳ ἐγκλεῖσαι ἀντὶ τῆς γυναικὸς αὐτοῦ καὶ στεῖλαι πρὸς τὸν Καίσαρα. Πείθεται οὖν, εἰ καὶ μόλις, ὁ ἀνήρ. Καὶ τίνα τὰ μετὰ ταῦτα; Εἴσεισιν ὁ Ἀθηνόδωρος ξίφος ἐπιφερόμενος. καὶ οὔτω διὰ τοῦ φορείῳ πρὸς τὸν Καίσαρα πέμπεται. Δέχεται ὁ Καῖσαρ, ῥήγνυσι τὰς σφραγῖδας. Ἔξεισιν ὁ Ἀθηνόδωρος, ἐπισείει τὸ ξίφος. Ἰαοεῖται ὁ Καῖσαρ, ὑπισχνεῖται δι´ ὅρκων μηκέτι κοίταις ἀλλοτρίαις χρανθῆναι. Μετὰ ταῦτα Ἅ Ἀθηνόδωρος πρὸς τὴν ἐνεγκαμένην ἀπαίρων, καὶ εἰδὼς τὸν Καίσαρα ὀξὺ μὲν θυμούμενον, ταχὺ δὲ