Ancient Greek
249
Michael Glycas, Annales 249
Unproofread scanNot analysed yet
καὶ ἵνα τὸ σχῆμα τὴν ἐνέργειαν ἐρμηνεύσῃ,ς καθά φησιν ὁ τὴν γλῶτταν Χρυσοῦς. Ἁλιεῖς γὰρ ἦσαν ο ἀπόστολοι, καὶ πρὸς τὸ κήρυγμα λόγου ἐδέοντο. Μεριζόμεναι δὲ εἶπεν, ὅτι πῦρ ἐφάνη κατερχόενο. μονοειδὲς, εἶτα τοῖς ἀποστόλοις ἐμερίζετο. Τὸ δὲ πῦρ ἐκεῖνο οὐκ αὐτὸ ἦν τὸ Πνεῦμα, ἀλλὰ δύναμις Πνεύματος. Οὐκ ἐν τῷ στόματι δὲ αὐτῶν ἐβλήθησαν αἱ γλῶσσαι, ἀλλ´ ἐπὶ κεφαλῆς ἐκάθισαν· ἄρχοντες γὰρ τῆς οἰκουμένης ἐχειροτονοῦντο καὶ κήρυκες. Ὅρα Τὰρ ὅτι καὶ ἕως ἄρτι τοῦτο κρατεῖ· ἐπιτίθεται γὰρ τῇ κεφαλῇ τοῦ μέλλοντος χειροτονηθῆναι ἀρχιερέως τὸ Εὐαγγέλιον, καὶ ὅταν ἐπιτεθῇ, οὐδὲ ἄλλο ἕστιν ἰδεῖν ἢ γλῶσσαν προσεπικειμένην τῆ κεφαλῇ. Ἐν εἴδει δὲ πυρὸς διὰ τὸν εἰπόντα· «Πῦρ ἦλθον εἰς τὸν κόσμον βαλεῖν» χάριν τῶν ὑλομανούντων παθῶν. Καὶ ἐκάθισεν ἐφ´ ἕνα ἕκαστον αὐτῶν. Πᾶς οὖν ἂ διακονῶν τῷ Θεῷ θρόνος ἐστὶ τοῦ Θεοῦ· διὰ γὰρ τοῦτο καὶ ἐκάθισεν εἶπε. Καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθά τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Ἐφ´ ᾧ καὶ οἱ παρεστῶτες ἔλεγον· «Οὐκ ἰδοὺ πάντες οἱ λαλοῦντες Γαλιλαῖοι οὗτοί εἰσι; καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ ἡμῶν διαλέκτῳ, Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται καὶ οἱ λοιποί;» ιεʹ δὲ γλωσσῶν τέως ἔλαβον χα ρίσματα, καθά φησιν ὁ τὴν γλῶτταν Χρυσοῦς, ὅσον πρὸς τοὺς παρόντας. Τίς γὰρ ἦν ἡ χρεία Περσικῆς γλώττης μὴ παρόντων Περσῶν; Δεκαπέντε δὲ γλῶσσαι ἐφάνησαν καὶ διὰ τοῦτο, ἵνα καὶ ἡ ἐνέργεια τῆς Τριάδος φανῇ καὶ ὑπηρέται οἱ δώδεκα. Καὶ ἦν ἰδεῖν τὸν Γαλιλαῖον Πέτρον Ῥωμαϊστὶ λαλοῦντα, γλῶσσαν ψν οὐκ ἔμαθεν, ὥσπερ δὴ καὶ ἕνα ἕκαστον τῶν λοιπῶν ἰδίαν γλῶσσαν λαλοῦντα. Οἰκονομεῖ γὰρ τοῦτο κὸ Πνεῦμα τὸ ἅγιον, ἵνα μὴ στάσις ᾖ ἐν τοῖς ἀποστάλοις περὶ τοῦ ποῦ δεῖ ἕκαστον ἀπελθεῖν. Ἐφ´ ᾧ καὶ δίδοται ἑκάστῳ ἰδία γλῶσσα ὥσπερ κανών. Ἤγουν, Ῥωμαϊστὶ λαλεῖς; ἄπελθε εἰς τὴν Ῥώμην. λερσιστὶ λαλεῖς; ἄπελθε εἰς τὴν Περσίαν. Καὶ ἐν τῇ γλώσσῃ μὲν, ὡς εἴρηται, ἔλαβον τὸν κανόνα· ἀλλ´ ἐπειδὴ πάλιν ἐχρῆν αὐτοὺς ἀπερχομένους εἰς Ῥώμην διέρχεσθαι διὰ πολλῶν ἐθνῶν, ἐλάμβανον ὥσπερ παραβοηθοὺς ἑτέρας γλώσσας, τὴν πρώτην ἀντὶ χειροτονίας ἔχοντες. Εὑρίσκεται γὰρ ἕκαστος τῶν ἀποστόλων καὶ διαφόροις γλώσσαις λαλῶν, ἐπειδὴ καὶ διὰ πολλῶν παρῄεσαν ἐθνῶν. Δῆλον ἐξ ὧν ὁ Παῦλος φησίν· ιἘὺχαριστῶ τῷ Θεῷ, πάντων ὑμῶν γλώσσαισλαλῶ,» Ἐᾶτε ἂὴ, τότε καὶ ἡ τοῦ θειοτάτου Ἰωὴλ προφητεία πέρας ἐλάμβανεν ἡ οὕτω λέγουσα· «Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα,» πιστεύσασαν δηλαδή. Οὐ μόνον γὰρ οἱ ἀπόστολοι γλώσσαις ἐλάλουν,