Ancient Greek
256
Michael Glycas, Annales 256
Unproofread scanNot analysed yet
ἀξίοις ἑαυτὴν ἐμφανίζεις· ἡ γὰρ σὰρξ οὐκ ἐμποδίζει τῇ δυνάμει καὶ ἐνεργείᾳ τοῦ πνεύματός σου.» Καὶ αὐθις· «Τὸ μὲν σῶμά σου τὸ παρθενικὸν ὅλον ἄγιόν ἐστιν, ἀλλαγὲν μὲν ὡς ἀνθρώπινον πρὸς ἄκραν ἀφθαρσίαν ζωῆς, σῶον δὲ ὁ τοῦτο ζωοτελὲς καὶ ἀκοίμητον ὡς σκεῦος ὑπάρχον θεοδόχον. Ἐῤῥέτω τάφος, ἐῤῥέτω χοῦς ἐπὶ σοὶ, Θεοτόκε.» Πρὸς τούτοις δὲ ὁ ἁγιώτατος Ἀνδρέας ὁ Κρήτης αὐτὴν ταύτην εἰσάγει λέγουσαν ὅτι Τῇ μὲν ψυχῇ μεγαλύνω. τὸν Κύριον καὶ ἀγαλλιῶμαι τῷ πνεύματι, τῷ σώματι δὲ μεταλλάττομαι καὶ μορφοῦμαι τὴν ἐν χάριτι θέω σιν. Καὶ ταῦτα μὲν ἐς τοσοῦτον μετὰ δὲ Αὔγουστον Καίσαρα κρατεῖ Τιβέριος ὁ υἱὸς αὐτοῦ ἔτη κγʹ. Οὖτος κτίσας πόλιν παρὰ τῇ λίμνῃ Τιβεριάδα ταύτην ὡνόμασεν. Ἐφ´ οὗ σεισμὸς γεγονὼς ι´ καὶ γʹ πόλεις κατέχωσεν. Ὁ Τιβέριος οὗτος τοὺς βαρεῖς καὶ δεινοὺς φορολόγους αἰκίζων δεινῶς ἔλεγε· «Κειρέσθωσαν μὲν τὰ πρόβατα, πλὴν οὐ μέχρις αὐτῆς ἐπιδερμίδος. «Ἐφ´ ᾠα καὶ τοὺς εἰς ἀξίαν παρ´ αὐτοῦ προαγομένους θᾶττον οὐκ ἤμειβεν. Ἐρωτηθεὶς πῶς τοῦτο ποιεῖ, ἔφη, Διὰ τὴν τῶν ἀγομένων ἀνάπαυσιν. Ἐπὶ τούτοις δ´ ἔφερε καὶ παράδειγμα. Τραυματίας τις ἔκειτο. καὶ τὰ ἔλκη αὐτοῦ πλῆθος μυιῶν ἀνιμώμενον ἦν. Παριὼν δέ τις ἐπεχείρει ταύτας ἀποσοβεῖν. Ὁ δὲ εἶπεν· Ἄφες αὐτάς. Κορεσθεῖσαι γὰρ οὐ τοσοῦτον ὀδύνας μοι παρέχουσιν. Ἐὰν ἔλθωσιν ἄλλαι λιμώττουσαι, σφόδρα με ἐπιπλήξουσι.» Λέγεαι δὲ ὅτι μετὰ τὴν ἀνάληψιν τοῦ Χριστοῦ ἡ Μαγδαληνὴ Μαρία μέχρι καὶ Ῥώμης τρέχει, πολλὰ καταβοῶσα των παρηνοκηκότων εἰς αὐτὸν τὸν Χριστόν. Τοσοῦτον δὲ Τιβέοιος τὸν θυμὸν ἀνῆψεν ὥστε θανάτῳ καταδικάσαι τοὺς ἱερεῖς καὶ γραμματεῖς σὺν αὐτῷ τῷ Πιλάτῳ τἰ καί τινες ἕτεροι αὐτόχειρα λέγουσι τὸν Πιλᾶτον αυτοῦ γενέσθαι. Λίεσὰ τοῦτον κρατεῖ Γάϊος ἔτη δʹ. Οὗτος πάμπολλα δεινὰ ποιήσας ἀναιρεῖται ὑπὸ στρατιωτῶν ἐν τῷ λουτρῷ· οὐ γὰρ ἔφερον αὐτὸν ὁρᾶν τὴν ἰδίαν θυγατέρα προσάγοντα τῷ εἰδώλῳ αὐτοῦ, καὶ λέγοντα· «Συ ταύτης πατὴρ, καὶ σὺ ταύτην γεγέννηκας.» Οὗτος ὁ Γάϊος ὁλονύκτως κυβεύειν ἤθελεν. Ὅθεν ἐπὶ τούτῳ δυσθυμήσας ὁ βασιλεὺς, ἐπὶ τοσοῦτον χὰρ ἐξεκεκένωτο τὸ χρυσίον ἅπαν, ὥστε καὶ τὸν θησαυοοούλακα δυσθυμοῦντα ὁρῶν τοὺς ὁπουδήποτε πλ υ