Ancient Greek
260
Michael Glycas, Annales 260
Unproofread scanNot analysed yet
οὕτω λέγουσαν· «Καὶ καταβαλῶ αὐτοὺς ἐν μαχαίρᾳ ἐνώπιον τῶν ἐχθρῶν αὐτῶν, καὶ τάξω τὴν πολιν ταύτην εἰς ἀφανισμὸν καὶ εἰς συῤῥηγμόν αἰώνιον. Καὶ ἔδονται τὰς σάρκας τῶν υἱῶν καὶ τῶν θυγατέΚρων αὐτῶν. Καὶ συντρίψω τὴν πόλιν ταύτην ὡς ἄγγος ὀστράκινον, ὃ οὐ δυνήσεται ἰαθῆναι ἔτι.» Τί τούτου σαφέστερον; Πάντα γὰρ πεπλήρωται κατὰ τὴν ἱστορίαν Ἰωσήπου. Ἵνα γὰρ μηδεὶς Ἰουδαῖος ἀπιστήσειεν, οὐκ ἀλλόφυλόν τινα, ἀλλ´ ὁμόφυλον καὶ ζηλωτὴν παρεσκεύασεν ἡ ἀλήθεια τὰ δυσεξήγητα ἐκτραγῳδῆσαι πάθη αὐτῶν. Τοιαύτην γὰρ θεήλατον Κὁργὴν οὐδεὶς εἶδέ ποτε. Ὁ μέντοι Ἰώσηπος ἐν Ἰερουσαλὴμ παρὼν τῷ πολέμῳ συνέγραψε τριακοσίας ἀνδρῶν μυριάδας ἀπολέσθαι λιμῷ, μαχαίρα, πυρὶ καὶ τοῖς τοιούτοις, ὑαὶ μὴν καὶ τῇ κατὰ Ῥώμην θηριαμαχίᾳ. Γέγονε δὲ ταῦτα ἐν ταῖς ἡμέραις ταύταις τοῦ Τίτου μετὰ μʹ ἢ καὶ πλείονα ἔτη τῆς Χριστοῦ ἀναλήψεως. Γίνωσκε δὲ. ἀγαπητέ. ὅτι τρεῖς δουλείας ὑπέστησαν οἱ Ἰουδαῖοι καὶ λίαν δεινάς, τὴν ἐν Αἰγύπτῳ, τὴν ἐν Βαβυλῶνι καὶ τὴν ὑπ´ Ἀντιόχου τοῦ Ἐπιφανοῦς. Ἀλλ´ ἐπὶ τούτοις καὶ αἱ αἰχμαλωσίαι προηγορεύοντο καὶ ἡ ἐπάνοδος, ἐπὶ δὲ τῆς ἐσχάτης αἰχμαλωσίας τοῦτο οὐ γέγονε. Καὶ ὅρα τὸ τοῦ Ἰωσήπου φιλάληθες· ὅτι μέν γὰρ ὑπὸ Ῥωμαίων ἐρημωθήσεται τὰ Ἰεροσόλυμα, ἔγραφε, παράγων καὶ τὸν προφήτην Δανιὴλ μάρτυρα τοῦ λόγου αὐτοῦ, ὅτι δὲ στήσεται τῆς ἐρημώσεως, οὐκ ἔγραφεν, ἐπεὶ μηδὲ τὸν προφήτην εὖρε τοιοῦτόν τι προειπόντα. Καὶ περὶ μὲν τούτων οὕτως. Μετά δὲ Νέρωνα κρατεῖ Γάλβας μῆνας ζʹ, μετὰ δὲ Γάλβαν Ὄθων μῆνας γʹ, μετὰ δὲ τοῦτον Βιτέλλιος μῆνας ηʹ. Οὗτος κηρύγματα τοῖς ἀστρολέσχαις ποοτέθεικε φεύγειν ἐξ Ἰταλίας. Οἱ δ´ ἀντιπροτεθείκασι· Φεῦγε τοῦ βίου, Καῖσαρ,» καὶ τὴν ἡμέραν αὐτὴν καθ´ ἡν ἀποκτανθείη γράψαντες. Μετὰ δὲ τοῦτον Οὐεσπασιανὸς ἔτη θʹ. καὶ μετὰ τοῦτον ὁ πἱλ- αὐθεπ Τέτος ἔτη βʹ, ἐφ´ οὑ καὶ ἡ των Ἰουδαίων ἅλωσις γέγονε. Ταύτης μὲν πρῶτος Οὐεσπασιανὸς κατήρξατο · ἀλλ´ ἐκεῖθεν ἀάρας πρὸς Ῥώμην ἀφῆκε τον γενναιότατον Τῖτον τὴν πόλιν πολιορκεῖν. Οὕτος δέὁ Τῖτος τοσοῦτον ἦν υαυμαστὸς ὡστε καὶ θρηνῆσαι. ιὰ τὴν κατὰ τῶν Ἰουδκίων θεήλατον ὀργὴν, καὶ μᾶλλον ἡνίκα τὸν ναὸν ἐώρα πυρπολούμενον. Ἀλλὰ καὶ τοῦ Θεοῦ δεόμενος ἔλεγεν· «Οὐκ ἐγὼ, αλλὰ συ πούτοιι αἴτιος,» Ἀλλὰ καὶ εἴ τις νικητὴν αὐτὸν ἀνηγόρευσεν, ὠργίζετο κατ´ ἐκείνου. Τοσοῦτο» οὲ ἦν ὁ Τῖτος οὕτος φιλότιμος ὥστε καὶ λέγειν· «Ού ἀιή τινα λλέποντα θασιλέα ὑποστρέφειν λυπούμενον.» Λέγεται δὲ καὶ τοῦτο τοῦτον εἰπεῖν· «Σήμερον οὐκ ἐβασιλεύσαμεν, ἐπειοή τινα οὐκ ευεργεσήσν μ-ν,» ῆΙχμαλώτευσεν δὲ οὖτος ὁ Τίτος μυριάδας οʹ, καὶ ἀνεῖλε καὶ οʹ, ὥς φησι Γεώργιος. Μετα δὲ ταῦτὰ