Ancient Greek
262
Michael Glycas, Annales 262
Unproofread scanNot analysed yet
ἐπίσκοπος, ἀνὰ τὴν λιθίνην πορείαν γενό μενος ἡν ὁ Τραϊανὸς ουτος ᾠκοδόμησεν, εὐχὴν κραταιὰν, ὡς ὁ θειότατος Ἰωάννης ὁ Δαμασκηνὸς ἀφηγούμενος εὕρηται, πρὸς τὸν φιλόψυχον Κύριον ὑπὲρ συγχωρήσεως ἁμαρτιῶν τοῦ τοιούτου βασιλέως πεποίηκε. Καὶ ὃς αὐτίκα φωνῆς θεόθεν ἐνε χθείσης αὐτῷ ἐπακήκοε τάδε φησάσης· «Τῇς εὐχῆς ὑπήκουσα, καὶ τῷ Τραϊανῷ συγγνώμην δίδωμι. Σὺ δὲ μηκέτι προσθῇς ὑπὲρ ἀσεδῶν εὐχὰς προσενέγκαι Κμοι.» Ὁ μέντοι Τραϊανὸς μετὰ τοῦ συγκάμπτεσθαι κενοῖς καὶ παραιμυθεῖσθαι φίλους ἀνεξικάκως ἅπασαν ἔφερε λοιδορίαν, δεῖν ἐξισοῦσθαι τῷ Θεῷ λέγων ὸν βασιλέα καὶ πάσης ἀνέχεσθαι ὕβρεως. Μετὰ δὲ τοῦτον ὁ γαμβρὸς αὐτοῦ Ἀδριανός ἔτη vδʹ . ὃς συγκροτήσας πόλεμον κατὰ Ἰουδαίων στασιασάντων, ὡς ἄνωθεν εἴρηται, ἀνεῖλεν ἐξ αὐτῶν ἐν μιᾷ ἡμέρᾳ μυριάδας ἀνδρῶν νη´· συστάντες καὶ γὰρ τηνικαῦτα ἐπὶ τὴν παλαιὰν ἐσπούδαζον πολιτείαν ἐπανελθεῖν. Ἀλλ´ αὐτὸς χειρωσάμενος αὐτοὺς κατέστρεψε τὴν πόλιν καὶ παντελῶς ἐξηδάφισε. Τότε δὴ, τότε πέρας ἐλάμβανεκαὶ ἡ Κυριακὴ φωνή· «Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθήσεται.» Καὶ ἐν τοῖς ἀδύτοις δὲ τοῦ ναοῦ τὸ εἴδωλον αὐτοῦ ἔστησε, καὶ Αἴλιος χρηματίζων Αἰλίαν καὶ τὴν πόλιν καλεῖσθαι παρεσκεύασεν ἔκτοτε· ὁ μέντοι Ἀδριανὸς καὶ τοὺς θεραπευτς τοῦ λόγου μεγάλως ἐδεξιοῦτο, αυνεπομένους ἔχων αὐτῷ καὶ οὓς ᾔδει ἄνδρας σοφούς. Καὶ τοὺς μὲν Ἰουδαίους ἐκστῆναι σπεύδοντας τῆς Ῥωμαϊκῆς ἰσχύος ἄρδην ἀπώλεσεν, αὐτὸς δὲ τὸν ῥίον ὑδέρῳ καταστρέφει. Ἡ μέντοι πόλις Ἱεροσόλυμα Λἰλία κεχρημάτικε τρόπῳ τοιῷδε. Ὁ Ἀδριαυλ -οὗτος φιλίστωρ ἐγένετο, ἐφ´ ᾧ καὶ τὴν ἐπ´ αὐτὸν ἐπικράτειαν ἰδεῖν ἐπεθύμησε. Φθάσας οὕν ἕως Ἱρὸτολύμων, καὶ τὴν πόλιν ἰδὼν εἰς τοσοῦτον ἠρημωμένην, κακῶς τοὺς Ἰουδαίους ὅιέθετο· καταγαγὼν γὰρ αὐτοὺς ἐν τῇ πανηγύρει ἐκέλευσεν ἀπεμπολεῖσθαι τῷ θέλοντι τέσσαρας Ἰουδαίους ἑνὶ μοδίῳ τῆς κριθῆς· αὐτὸς δὲ ἤρξατο κτίζειν τὴν πόλιν καὶ τὰ τείχη, οὐχὶ δὲ καὶ τὸν ναὸν αὐτόν. Καθίστησι δὲ τῷ ἔργῳ ἐπιστάτην τὸν Ἀκύλαν ἐκεῖνον Ἔλληνα Και ὄντα. Ἦν δὲ ὁ Ἀκύλας θεωρῶν τοὺς Χριστιανοὺς ποοστρέχοντας καθ´ ἑκάστην τῇ πίστει, καὶ τὸν Θεὸν δὲ σημεῖα πολλὰ ποιοῦντα καὶ τέρατα. Κατενύγη ινικαῦτα, καὶ Χριστιανοῖς ἐναρίθμιος γέγονεν Ἦν ὲὰ ὁ Ἀκύλας οὗτος ἀστρονόμος ἀκρότατος, ὅθεν καὶ