Ancient Greek
264
Michael Glycas, Annales 264
Unproofread scanNot analysed yet
καὶ Συμμαχος καὶ Ὠριγένης. Οὕτος τὸ Ζεύξιππον λουτρὸν ἔκτισεν ἐν Βυζαντίῳ, καὶ τὸ πρῶτον κτίσμα. τῷ ἱπποδρομίῳ παρέδωκεν. Ὁ μέντοι Ὠριγένης ἀκμάζων τότε τοῖς θείοις λόγοις πολλοὺς ἐχειραγώγει πρὸς τὴν ἀλήθειαν, πιστούς τε καὶ ἀπίστους· ἀφ´ ὧν καὶ Ἀμβρόσιός τις ἀνὴρ ἐπίσημος καὶ φιλολόγος ἐκ τῆς Οὐαλεντίνου αἱρέσεως ἐκστάς. Ἀλλὰ καὶ ἐν τοῖς ἔξωθεν μέγας ἐγνωρίζετο, γεωμετρίας καὶ τὰ λοιπὰ παραδιδοὺς αὐτοῖς· εὐφυὴς γὰρ ἦν ἐκ βρέφους, καὶ ἐπέπληττεν αὐτὸν ὁ πατὴρ ὡς παρ´ ἡλικίαν τὰ θεῖα καὶ μεγάλα ζητοῦντα. Πολλάκις δὲ καὶ καθεύδοντος αὐτοῦ τὰ στέρνα τοῦ Ὠριγένουσ ὁ πατὴρ κατεφίλει ὡς θείου Πνεύματος μεστὰ, καὶ τῆς εὐτεκνίας ἑαυτὸν ἐμακάριζε· θεῖος γὰρ ὁ ἀνὴρ, ἐπειδὴ καὶ μάρτυς γέγονεν. Ὁ δὲ Ὠριγένης τοσοῦτον ἦν ἐγκρατὴς ὡς ὀβολοῖς τέσσαρσι καθ´ ἑκάστην ἀρκεῖσθαι, οἵνου καὶ ἐλαίου ἀπεχόμενος, κατεσκληκώς τε ἦν καὶ ψιαθίῳ κείμενος, ἓν ἔργον ἔχων τὴν θείαν μελέτην. Ἐφ´ ᾧ καὶ πολλοὺς Ἕλληνας τοῦ μαρτυρίου στέφανον ἀναδήσασθαι πεποίηκεν. Ὁ μέντοι Ἀμβρόσιος τὰ πρὸς χρείαν αὐτῷ παρέχων ἐν ἔτεσιν ιην τὴν Γραφὴν ἑρμηνεῦσαι ἠνάγκασε. Λέγεται δὲ ὅτι καὶ φʹ βίβὶους συνεγράψατο. Τελευτᾷ δὲ ἐτῶν ξθʹ, εἰ καὶ δι´ αἰτίαν τινὰ τὸ κλέος αὐτοῦ μέχρι τέλους οὐ διέμεινεν ἄσβεστον· ἐξ αὐτοῦ γὰρ καὶ Ἀρειανοὶ καὶ Ἀνόμοιοι τὰς ἀφορμάς ἔσχον. Τῶν σωμάτων ἀθετεῖ τὴν ἀνάστασιν· τέλος δοξάζει τῆς κολάσεως καὶ τῶν δαιμόνων ἀποκατάστασιν. Τοσαύτην δὲ μετήρχετο ἄσκησιν ὡς καὶ τὸν αὐτοῦ ἀνατραπῆναι θώρακα. Καὶ φάρμακον δὲ λέγουσιν ἐπιθεῖναι τοῖς γεννητικοῖς αὐτοῦ μορίοις ὥστεκαταξηρᾶναι αὐτὰ, καὶ βοτάνην δὲ εὑρεῖν μνήμης ἔνεκεν. Μετὰ ταῦτα φθόνῳ διαβληθεὶς πρός γε τοὺς τῆς ἐξουσίας ἄρχοντας συνεργείᾳ Σαπανικῇ τῆς πίστεως ἐξίσταται· ἐκεῖνοι γὰρ τὴν προσοῦσαν αὐτῳ σωφροσύνην εἰδότες προσάγουσιν αὐτῷ Αἰθίοπα, καὶ ἢ πείθεται τοῖς λόγοις ἐκείνων ἢ τῷ Αἰθίοπι καταχραίνεται. Ἐκεῖνος οὖν μηδὲ ἄκροις ὡσὶν ἀνεχόμενος τοιαύτην ἄθεσμον ἀκοὴν ἐνωτίσασθαι, αὐτοχείρῳ θυσίᾳ διὰ λιβανωτοῦ περιέπεσεν. Ὅθεν τὴν Ἀλεξάνδρειαν τοῦ μὴ ὀνειδίζεσθαι χάριν καταλιπὼν εἰς Ἱεροσόλυμα ἔρχεται. Ἐφ´ ᾧ καὶ ἀναγκασθεὶς ἐπ´´ ἐκκλησίας λόγον εἰπεῖν( πρεσβύτερος γὰρ ἦν) ἐκ τοῦ παρατυχόντος εἶπε καὶ τάδε· «Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά κου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;» Καὶ πτύξας τὸ βιβλίον ἐδάκουσε σὺν ἅπασι. Μανεὶς οὖν ἔκτοτε τὴν ἁγίαν πᾶσαν Γραφὴν ἀνατρέψαι ἐσπούδασεν, ὅθεν καὶ ἀναθεματίζεται