Ancient Greek
267
Michael Glycas, Annales 267
Unproofread scanNot analysed yet
πειθὼ καταναγκάσαι αὐτοὺς ἐκστῆναι τῆς βασιλείας. Ἐφ´ ᾧ κατέστησαν ἀνθ´ ἑαυτῶν βασιλεῖς τῆς μὲν ἑῴας Γαλέριον Μαξιμιανὸν, τῶν δὲ ἑσπερίων μερῶν Κώνσταντα τὸν πατέρα τοῦ μεγάλου Κωνσταντίνου, κρατήσαντα ἔτη δʹ. Οὗτος τελευτᾷ ἐν Βρετανίοις καὶ πάνυ εὐσεβής ὤν, ἀναγορεύει δὲ ἀνθ´ ἑαυτοῦ Κωνσταντῖνον υἱὸν αὐτοῦ Ὁ μέντοι Μαξιμιανὸς ὁ Γαλέριος θείᾳ ψήφῳ λέγεται ἐξενεγκεῖν τραῦμα ἐν τοῖς γεννητικοῖς αὐτοῦ μορίοις δι´ ἥν εἶχεν ἀσέλγειαν, καὶ οὔτω κατασκωΓίνωσκε δὲ, ἀγαπητὲ, ὅτι, καθά φησιν ὁ χρω νογράφος Ἰωάννης ὁ Σκυλίτζης, τῆς χρονογραφίας μὲν κατήρξατο Γεώργιος ὁ καὶ Σύγκελλος χρηματίσας Ταρασίου τοῦ ἁγιωτάτου πατοιάρχου ἀπὸ καταβολῆς δὲ κόσμου, καὶ μέχρις αὐτῶν τῶν τυράννων κατέληξε, Μαξιμιανοῦ δηλονότι καὶ