Ancient Greek
284
Michael Glycas, Annales 284
Unproofread scanNot analysed yet
Ἀναστάσιον, ἕτεροι δὲ Ζήνωνα κατόχῳ συσχεθῆναι νοσήματι λέγουσι, καὶ οὕτω ταφῆναι, καὶ μετὰ ταῦτα φωνὴν ἐκ τοῦ τάφου προῖέναι, εἰθ´ οὕτως ἀνοιγέντος τοῦ μνήματος εὑρεθῆναι τοὺς βραχίονας αὐτοῦ βεβρωμένους ὑπὸ πείνης παρ´ αὐτοῦ. Ἐν τῷ κατ´ ἀκρόπολιν ἁγίῳ Μηνᾷ εὑρέθη ὄρυγμα ἐν ᾧ ὀστᾶ γιγάντων πολλά· ταῦτα ὁ βασιλεὺς Ἀναστά σιος χάριν θαύματος ἐν τῷ παλατίῳ κατέθετο. Οὕτω μὲν οὗν κατὰ τὸν ἄγιον Μάμαντα γέφυρα ἦν ἐπὶ μεγάλῳ ποταμῷ. Ἐκεῖσε οὖν διὰ τὸ οἴεσθαι δράκοντα κατοικεῖν, ἐν τῇ γεφύρᾳ δηλονότι, παρθένους καὶ θυσίας προσέφερον. Ταῦτα δὲ Ζήνων κατέστρεψε. Γίνωσκε δὲ ὅτι ὁ βασιλεὺς Ἀναστάσιος καί τι κάλλιστον εἶχε τοῖς αὐτοῦ παραμεμιγμένον κακοῖς· καὶ εἰ μὴ περὶ τὸ θεῖον σέβας ἐσφάλλετο, ἴσχυσεν ἅν τὸ τοιοῦτον καλὸν πάντων περιγενέσθαι τῷν ἐκείνου κακῶν. Πρόῤῥιζον γὰρ ἀνέσπασε τὴν κακίστην ταύτην εἴσπραξιν, ἣν ἱστορῆσαι ὁ λόγος ἐπείγεται. Ἅπας ἀνὴρ καὶ γυνὴ, κόρη, παῖς καὶ Ἐρέφος, πτωχὸς ἐλεύθερος καὶ δοῦλος ὑπὲρ σκυβάλων κοπρηνῶν, προσέτι δὲ καὶ οὕρων, ἀργυροῦν τῷ ταμείῳ προσέφερον νόμισμα. Τουτὶ δὲ τὸ βάρος καὶ τοῖς κτήνεσιν αὐτοῖς ἐπέκειτο· ὑπὲρ γὰρ ἑκάστου κτήνους φόλλεις ἓξ ὁ δεσπόζων κατεβάλλετο. Ὁταίνυν Ἀναστάσιος μοναχοὺς ἄνδρας εὐλαβηθεὶς ἐντεύξεις ποιησαμένους πρὸς αὐτὸν τὸ βάρος τοῦτο παντάπασιν ἐντεῦθεν ἀπήλασε, Κωάδης δὲ ὁ Περσῶν βασιλεὺς ἔν τινι φρουρίῳ λίθους τιμίους μαὴν ἀποκεῖσθαι, καὶ κωλυόμενος παρὰ τῶν ἐν αὐτῷ κατοικούντων δαιμόνων ἀναλαβέσθαι αὐτοὺς, πάσῃ μαγγανείᾳ ἐχρήσατο, Ἰουδαίους τε καὶ πάντας ἄλλους προσκαλεσάμενος, καὶ οὐδεὶς ἐξ αὐτῶν ἠδυνήθη ποιῆσαί τι, μόνος δὲ ὁ ἑκεῖσε ἐπισκοπεύων, τῷ σημείῳ τοῦ σταυροῦ ἐκδιώξας αὐτούς. Καὶ περὶ μὲν τούτων οὕτως. Μετὰ δὲἈναστάσιον Ἰουστῖνος ὁ Θρᾷξ ἔτη θʹ. Ἐφ´ οὗ ἀστὴρ ἐφάνη ἐν τῷ οὐρανῷ ἐπάνω τῆς χαλκῆς πύλης τοῦ παλατίου; ἐπὶ ἡμέρας κϛʹ, καὶ γέγονε σεισμὸς φοβερώτατος. Καὶ ἡ μὲν Κωνσταντινούπολις ἐν διαφόροις τόποις συμπτώσεις ὑπέμει. νεν, ἡ δὲ μεγάλη Ἀντιόχεια πᾶσα σχεδὸν κατεπόθη καὶ τάφος τῶν οἰκητόρων ἐγένετο· τοὺς δὲ ἔτι ζῶντας, πῦρ κάτωθεν ἀνερχόμενον κατέφλεγεν. Ἡ δὲ Πομπηϊούπολις μέσον ἐῤῥάγη, καὶ τὸ ἤμισυ αὐτῆς κατεπόθη μετὰ τῶν οἰκητόρων. Ἐσείετο δὲ ἡ γῆ ἐνιαυτὸν ὄλον. Καὶ γυνὴ δὲ ἐφάνη ἀπὸ Κιλικίας γιγαντογενής, ὑπερέχουσα πάντα. ἄνθρωπον μακφὸν πῆχυν ἕνα· ἦν δὲ καὶ πλατεῖα σφόδρα. κεαὲ δὲ τοῦτον Ἰουστινιανὸς ὁ μέγας ἔτη λθʹ. Οτος ὁ βασιλεὺς καὶ πρὸ τῆς βασιλείας αὐτοῦ φιλίως διέκειτο πρὸς Ἵνδέριχον ῥῆγα τῶν Οὐανδάλων Βασιλεύσας οὖν, καὶ γράμματα δεξάμενος ὅτι κατ´ αὐτοῦ ὁ Γελίμερ ἐπανέστη καὶ κατασχὼν αὐτὸν αὐν γαμετῇ καὶ τέκνοις ἐν φυλακῇ κατέκλεισε,