Ancient Greek
286
Michael Glycas, Annales 286
Unproofread scanNot analysed yet
μισθοῦ καὶ μνήμης ἕνεκεν, ἄλλως δὲ οὐχί.» Καὶ ἔστιν αὐτὸ τὸ σκευοφυλάκιον σὺν τῷ ἁγίῳ Πέτρῳ· οἶκος ἕτερος Ἀντιόχου ὀστιαρίου ἀπετιμήθη λίτρας ληʹ, ἀλλ´ αὐτὸς οὐκ ἐβούλετο πωλῆσαι αὐτό. Ἠθύμει ὁ βασιλεὺς, ἐφ´ ᾧ καὶ μάγιστρός τις τὸ πρᾶγμα μεταχειρίζεται. Τελεῖται ἱππικὸν, φρουρεῖται ὁ Ἀντίοχος· μέγα βοᾷ, «Εἰ θεάσομαι τὸ ἱππικὸν»φόδρα καὶ ἐφίλες αὐτὸ, καὶ ταῦτα φιλοβένετος ὤν), «τὸ τοῦ βασιλέως ποιήσω θέλημα.» Γίνεται ταῦτα, καὶ ἐν αὐτῷ τῷ βασιλικῷ καθίσματι τοῦ διαληφθέντος οἴκου ἡ διάπρασις γέγονεν Ἀλλὰ καὶ διὰ τὸ μὴ βλασφημεῖν τοὺς ἐκεῖσε κάΒνοντας νουμμία πρὸς ἑσπέραν ἐμίγνυτο τῷ χώμασι, καὶ εὑρίσκοντες αὐτὰ μετὰ χαρᾶς ὑπεχώρουν Ἐκ ἡμέρᾳ Σαββάνου πρὸς τὸ ἄριστον ἀπῆλθον διὰ τάχους οἱ κάμνοντες, τὸν τοῦ πρωτομαϊστόρου υἱὸν ἀφέντες εἰς φυλακὴν τὴν ἐργαλείων. Εὐθὺς ἐφίσταται ἄγγελος, χολοῦται, πέμπει πρὸς ἐκείνους αὐτόν· ὁ δ´ οὐ πείθεται. Ὄμνυσιν ὁ ἄγγελος· «Μὰ τὴν ἀγίαν σοφίαν τὴν νῦν κτιζομένην, ἥτις ἐστὶν ὁ λάγος τοῦ Θεοῦ, οὐκ ἀφίσταμαι τῶν ὠδε, εἰ μὴ ἀλήσας ἐκείνους ὑποστρίψεις.» Μηνύεται ταῦτα τῷ βασιλεῖ. Στέλλεται ἀλλαχοῦ ὁ τῶν ἐργαλείων φύλαξ χάριν τοῦ μὴ τὸν θεῖον ἐκεῖθεν ἀναχωρῆσαι Κγγελον. Καὶ αὖθις περὶ τὰ τέλη τοῦ κτίσματος, ἀθυμοῦντος τοῦ βασιλέως χρυσίου ἕνεκεν, ἐφίσταταί τις εὐνοῦχος λέγων αὐτῷ· «Δός μοι ἀνθρώπους, καὶ ππαρέξω σοι χρυσίον ἰκανόν.» Καὶ ὁ μὲν ἀπίρχεται, οἰ δὰ ἀκολουθοῦσιν. Ὁρῶσιν οἰκήματα λαμπρὰ, χρυσίον ἐπ´ ἔδαφος πολύ. Λαμβάνουσιν ὡσεὶ κεντηνάρια πʹ, καὶ ὑποστρέφουσιν. Ἀπαρτίζεται ὁ τροῦλος μετὰ βησάλων κούφων πάντη, οὐ μὴν κισαῃροσιδῶν καθά τινές φασι. Τελεῖται τὸ ἔδαφος ἐὰ μαρνὰρων ποικιλοχρόων, ὡ [ὁρᾶσθαι, θάλασσαν Κντικρυς. Τὸν δέ γε βασιλέα βουλόμενον τὸ ἔδαφος καὶ αὐτὰ τὰ πλάγια καταχρυσῶσαι κωλύουσί τινες μαθηματικοὶ, λέγοντες ὅτι ἐπ´ ἐσχάτων βασιλεῖς ἐλεύσονται πένητες καὶ ἐκδαφιοῦσιν αὐτά. Ὁ δέ γε ἄμβων καὶ ἡ σῳλαία πάνυ λαμπρῶς κατεσκεύαστο· χρόνρυ γὰρ πάκτον τῆς Αἰγύπτου εἰς αὐτὰ καταΚάλλουσιν ἤγουν ρʹ ρʹ τʹ ξ καὶ εʹ. Ὁ δὲ ναὸς ἀπαρτίζεται ἕπας ἐν χρόνοις ἑπτακαίδεκα. Μετὰ δὲ σαῦτα λέγεται τὸν Ἰουστινιανὸν ἀνελθεῖν ἀπὸ τοῦ παλατίου ἄχρι τοῦ Αὐγρυστιῶνος ἐν ἅρματι τεθρίππῳ καὶ κἰσρξεῦσαι μετὰ τοῦ πατριάρχου Εὐτυχίου, καὶ εὐχαριστῆσαι τῷ Θεῷ, δι´ οὗ τὸ τοιοῦτον ἔργον ἐτέλεσε πρὸς τοῖς ἄλλοις. Επε δὲ καὶ τοῦτο· «Ἐνίκησά σε, Σολομῶν. «Ἀλλὰ καὶ ἐν τῇ κινστέρνῃ πῆ λεγομένῃ βασιλικῇ στήλην Κστησε τοῦ Σολομῶντος ἁ διαληφθεὶς βασιλεὺς ἀφορῶσαν πρός. γα τὴν αἱκοδομηθεῖσαν μεγάλην ἐκκλησίαν τοῦ Θεοῦ, καὶ κρατοῦσαν τὴν σιαγόνα αὐτῆς, ὡς δῆβεν ἡττηθέντος τοῦ Σολομῶντος ἐπὶ τῷ κτίσματι τῆς νέας Ἱερουσαλήμ. Καὶ περὶ μὲν τοῦτο οὔτως.