Ancient Greek
289
Michael Glycas, Annales 289
Unproofread scanNot analysed yet
μοῦντα, καὶ σὺν αὐτῷ Σαβέλλιον καὶ Ἀπολλινάριον σὺν τῆς Λαοδικείας πρόεδρον. Ἐν δὲ τῶ ιγ´ ἔτει τῆς βασιλείας Θεοδοσίου τοῦ μικροῦ γέγονεν ἡ ἐν Ἐφέσῳ τρίτη σύνοδος. Ὑπῆρχον δὲ οἱ τῆς συνόδου ταύτης προκαθήμενοι Κύριλλος Ἀλεξανδρείας, Κελεστῖνος πάππας Ῥώμης, Ἰουβενάλιος Ἰεροσολύμων. Συνῆλθον δὲ κατὰ Νεστορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, παρντος καὶ αὐτοῦ ἐν Ἐφέσῳ καὶ λέγοντος μὴ Θεοτόκον ἀληθῶς τὴν ἀγίαν παρθένον Μαρίαν καὶ εἶναι καὶ λέγεσθαι. Τότε καὶ οἱ ζʹ παῖδες ἀνέστησαν οἱ ἐπὶ Δεκίου κοιμηθέντες. Ἐπὶ δὲ Μαρκιανοῦ βασιλέος γέγονεν ἡ τετάφτη Ἀ Χαλκνδάνι σύνοδος ὑπὸ Πατρῶν ἑξακοσίων τριάκοντα, ἧς ἡγοῦντο Λέων πάππας Ῥώμης, Ἀνατόλιος Κωνσταντινουπόλεως, Ἰουβενάλιος Ἰεροσολύμων. Συνῆλθον δὲ κατὰ Εὐτυχοῦς καὶ Διοσκόρου, λεγόντων μὴ εἶναι τὴν σάρκα τοῦ Κυρίου ὁμούσιικ ἡμῖν, ἀλλ´ ἐκ δύο μὲν φύσεων τὴν ἕνωσιν γενέσθαι, μίαν δὲ ἀποτελεσθῆναι μετὰ τὴν ὄνωσιν, μυθολος γούντων δὲ καὶ φαντασίᾳ φορῆσαι τὴν σάρκα τὸν Κύριον, καὶ τῇ θεότητι π-θημα προσνεμόντων. Οὓς καθελόντες ὡς βλασφήμους ἀνεθεμάτισαν, καὶ δύο φύσεις ἐπὶ Χριστοῦ ἀφθάρτους καὶ ἀτρέπτους σαφῶς ἐθεολόγησαν. Ἐν δὲ τῶ κδ´ ἔτει τῆς βασιλείας Ἰουστινιανοῦ τοῦ μεγάλου ἐν Κωνσταντινουπόλει γέγονεν ἢ πέμπτη σύνοδος ὑπὸ Πατρῶν ρξεʹ. Ἡγοῦντο δὲ ταύτης Εὐτύχιος Κωνσταντινουπόλεως Ἀπολλινάριος Ἀλεξανδρείας, Δόμνος Ἀντιοχείας, Βεγλιας πάππας Ῥώμης. Συνῆλθον δὲ κατὰ Σεβήρου τοῦ Δκεφάλο καὶ τοῦ ματαιόφρονος Ὡριγένους· ἐληρώθει καὶ γὰρ τὰρ ψυχας προῦπάρχειν τῶν σωμάτων, τήν τε μετεμψύχωσιν ἐδόξαζε, καὶ τέλος εἶναι τῆς κολάσεως ἔλεγε, καὶ τὴν τῶν δαιμόνων εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν, καὶ τὰ σώματα δὲ ἡμῶν μὴ ἀνίστασθαι ταυτὰ ἐν τῇ ἀναστάσει. Τὸν παράδεισον ἠλληγόρει· μήτε γὰρ αἰσθητὸν αὐτὸν ἔλεγεν ἐἶναι, μήτε μὴν ἐν σαρκὶ πλασθῆναι τὸν Ἐδάμ. Ἐπὶ δὲ τῆς θασιλείας Κωνσταντίνον τοῦ Πωγωνάτου γέγονε σύνοθος ἢ ϛʹ ὑπὸ σπεί´ Πατρῶν ἐν Κωνσταντινουπόλει. θεβαιωσάντων μὲν καὶ τὰ δόγματα τῶν προλαβουσῶν ἀγίων πέντε συνόδων, ἀναθεματισάντων δὲ καὶ τὴν τῶν Μονοθελητῶν αἴρεσιν καὶ δύο θελήσεις φυσικὰς καὶ ἐνεργείας κν Χριστῶ βεβαιωσάντων, καὶ καθελόντων Σέργιον καὶ Πύῤῥον, ὡσαύτως δὲ καὶ Ὁνώριον Τώμης. Ἔπὶ δὲ Κανσταντίνου ἐγγόνου Κωνσταντίνου ψοῦ Κοπρωνύμου, καὶ Εἰρήνής τῆς μητρὸς αὐτοῦ, γέγονεν ἡ ἐν Νικαίᾳ τὸ δεύτερον σύνοδος ὑπὸ Βαπεῶν τηʹ, ἐπὶ ἀναστηλώσει τῶν ἁγίων εἰκόνων καὶ καθαιρέσει τῶν Χριστιανοκατηγόρων, οἱ διέσυρον τοὺς Χριστιανοὺς ὡς εἰδωλα τάχα προσκυνοῦντας τὰς ἀτίας εἰκόνας Αιωρίσαντο λοιπὸν οἱ Πατέρες οἷτοι τὸν τίμιον σταυρὸν καὶ τὰς σεπτὰς εἰκόνας