Ancient Greek
312
Michael Glycas, Annales 312
Unproofread scanNot analysed yet
λῆς ἐκτομὴν, λέγων ὅτι κατὰ βασιλέως ξιφος ἐγύμνωσεν. Ἐπὶ τούτοις οὖν ὁ θεῖος Ἰγνάτιος τῶν ὧδε μεθίσταται. Ὁ μέντοι Φώτιος ἀεὶ διψῶν τοῦ θρόνου, καὶ σπουδεύων ἐπιτεύξασθαι πάλιν τῆς Ἐκκλησίας, τοιόνδε τι βαθύτροπον καὶ σκολιὸν τεχνᾶται. ν ὁ ομάτων τὰς ἀρχὰς ἀπολαμβάνει μόνας τοῦ βασιλέως, τῶν υἱῶν, ἁλλὰ καὶ τῆς Αὐγούστας, καὶ τὸ Βεκλᾶς συντίθησι. Καὶ τοῦτο σαφηνίσας ἔδοξεν εἶναι βασιλεῖ μέγας ἐπὶ σοφίᾳ, καὶ πάλιν τὸν πολύζηλον κατακληροῦται θρόνον. Καὶ περὶ μὲν τούτων οὕτως· οἱ δὲ Ῥωσοὶ ἐπὶ τούτου τοῦ βασιλέως εἰς τὴν ἀπλανῆ θρησκείαν ἦλθον. Τηνικαῦτα καὶ ἀρχιερέα δέχονται, θεοσημείας πρότερον γεγονυίας. Τὸ γὰρ ἅγιον Εὐαγγέλιον πυρὶ μὲν παραδίδοται, οὐ κατακαίεται δέ. Μετὰ ταῦτα διαῤῥοίᾳ νόσῳ συσχεθεὶς ὁ Βασίλειος τελευτᾷ τὸν βίον, τὸν υἱὸν αὐτοῦ Λέοντα τὸν σοφὸν διάδοχον καταλιπών. καατεῖ οὗν ὁ Λέων μετὰ τὸν αὐτοῦ πατέρα ἕτη κϛʹ. Θέλων οὖν ἀμύνασθαι τὸν Σανταβαρηνὸν βουλεύεται πρότερον τὸν Φώτιον καθελεῖν, οἰόμενος αὐτὸν μεγάλως προστήσασθαι τοῦ Σανταβαρηνοῦ· λόγος γὰρ ἐφέρετο ὡς ὁ Φώτιος τινι τῶν αὐτοῦ τὴν βασιλείαν μνηστευόμενος κοινολογεῖται τῷ Σανταβαρηνοῦ περὶ τούτου καὶ οὕτως τὸν δόλον κατὰ τοῦ Λίοντος ῥάπτουσι. Καὶ πρῶτα μὲν ὑπερόριον αὐτὸν ὁ Λίων ποιεῖ, εἶθ’´ οὕτως αἰκίσας τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐκνάπτει. Κατὰ τοῦτον μέντοι τὸν καιρὸν γέγονεν ἡλίου ἔκλειψις περὶ ὥραν ἕκτην, ὡς καὶ ἄστρα φανῆναι, ἀνέμων τε βιαία πνοὴ, ἀστραπαὶ καὶ βρονταὶ φρικώδεις, σκηπτοὶ καυσώδεις, ὑφ´ ὧν ἄνδρες ἐπτὰ κατά γε τὸν φόρον ἐνεκρώθησαν. Ὁ μέντοι Λέων ἀνεγείρας ναὸν ἐπ´ ὀνόματι τοῦ ἁγίου Λαζάρου, μετακομίζει ἐν αὐτῷ τὸ τοῦ ἁγίου τε λείψανον καὶ τῆς Μαγδαληνῆς Μαρίας. Συνήθους Κπροελεύσεως γενομένης κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἐν τῷ ἁγίου Μωκίου ναῷ, ἐπῆλθε μετὰ Κπροόδου καὶ Λέων ὁ βασιλεύς· ἐν δὲ τῷ μέλλειν εἰσεδεάαιν καὶ πλησίον γενέσθαι τῶν ἀγίων θυρῶν ἄνθρωπός τις ἐκ τοῦ ἄμβωνος ἐκπεπηδηκὼς ῥάβδῳ βαρείᾳ καὶ ἱσχυρᾷ κατὰ κεφαλῆς αὐτὸν ἔπαισε, καὶ κθανάτωσεν ἂν αὐτὸν αὐτίκα, εἰ μὴ τὸ ἄκρον τῆς ῥάβδου τῷ ἀπῃωρημένῳ λύχνῳ τῆς ἡμισείας ἀνεσχέθη φορᾶς. Αἵματος οὖν σφοδροῦ τῆς ἐκείνου κεφαλῆς καταῤῥεύσαντος φυγὴ κατέσχε τοὺς ἄρχον. τας. Ὁ δὲ τὸν βασιλέα πλήξας κατασχεθεὶς καὶ πολλὰς βασάνους ὑπομείνας, ὡς μηδένα ἔλεγεν εἶοαι τῆς τόλμης ἐκείνης συμμέτοχον, κἂν ὁ τοῦ Ρασιλέως ἀδελφὸς Ἀλέξανδρος λὴ παρατυχὼν ἐκεῖσε διὰ τὸ νόσῳ συσχεθῆναι ὑπόνοιαν ἔδωκε, πόδας ὁμοῦ καὶ χεῖρας ἐκεῖνος ἐκτέμνεται, καὶ τῇ τοῦ ἱππικοῦ Σφενδόνῃ πυρὸς ἔργον γίνεται. Σχοάξει τηνικαῦτα καὶ ἡ τοιαύνη προέλευσις, κἂν ὁ σοφώτατος μοναχὸς Μάρκος καὶ τῆς τοιαύτης μονῆς οἰκονόμος, ὁ καὶ τὸ τετραῴδιον πληρώσας τοῦ