Ancient Greek
314
Michael Glycas, Annales 314
Unproofread scanNot analysed yet
Ἀστρονομίας ὑπάρχοντα. Καὶ τί τὸ ἀποτέλεσμα τῆς ἐκλείψεως ἐρωτηθείς εἰς τὸ δεύτερον ἔλεγε πράσω πον τὴν κάκωσιν ἐπελθεῖν. Ἀλλὰ καὶ αὐτὸς ὁ Ἐαιμωνᾶς ἰδίᾳ τὸν σοφὸν παραλαβὼν καὶ ἐρωτήσας ἔμαθεν ὡς αὐτὸς κακωθήσεται· πλὴν εἰ τὴν τρίτην τοῦ Ἰουνίου παρελεύσεται ἀβλαβλ- δεινὸν ἔκτοτε πάθοι οὐδέν. Οὔπω ἡ προθεσμία ἐφέστηκεν αὕτη, καὶ κατάγουσι τὸν Σαμωνᾶν καὶ ἀποκείρουσι· διαβολεὺς γὰρ ἐλέγετο εἶναι τοῦ βασιλέως καὶ ὑβριστής. Μετὰ δὲ ταῦτα κρατεῖ ὁ τοῦ Λέοντος υἱὸς Κωνσταντῖνος ἐτη σʹ. Καὶ τηνικαῦτα φαίνεται κομητησί ἑκ δύσεως, ὃν Ξιφίαν καλοῦσιν οἱ περὶ τὰ τοιαῦτα δεινοί· ὃν ἔλεγον αἱμάτων χύσιν προσημαίνειν τῇ βασιλίδι. Οὕτος πλάνοις καὶ γόησιν ἑαυτὸν ἐξέδωκε, τὴν βασιλείαν αὐτοῦ θέλων ἐντεῦθεν χρόνους φυλαχθῆναι μακρούς. Οὕτος ὁ μάταιος ἱππικὸν ἐκτελέσας, τὰ τῆς Ἐκκλησίας ἱερὰ ἴκειμήλια καὶ πάντα κόσμον αὐτῆς ἀγαγὼν τὸν ἱππικὸν κατεκόσμησεν.