Ancient Greek
332
Michael Glycas, Annales 332
Unproofread scanNot analysed yet
μετὰ ἔτος ἕν τῆς αὐτοῦ βασιλείας φανεὶς τὰς μελλούσας γενέσθαι κοσμικὰς συμφοράς. Ὅρα γὰρ ὅτι μετ´ οὐ πολὺ στάσις ἐν Σερβίᾳ γέγονε. Γράφει οὐν ὁ βασιλεὺς τῷ ἄρχοντι Δυῤῥαχίου. Καὶ ὃς ἐπισυνάξας ὡσεὶ χιλιάδας ἔʹ εἰς Τριβαλλῶν ἔρχεται, καὶ ἀνεπιστημόνως πάνυ τοῖς Σέρβοις προσβαλὼν ὡσεὶ χιλιάδας μ ποιεῖ ἐκεῖσε πεσεῖν καὶ στρατηγοὺς ζʹ. Ἀλλὰ καὶ ὁ Μανιάκης Γεώρ γιος ἑν Ἰταλίᾳ διάγων αρὰ γὰρ τοῦ Βασιλείου ἐκεῖσε προσεμσπθεὶ ς ἔπλ χεν), εἰς ἀποστασίαν χωρεῖ καὶ τὰ παράσημα τῆς βασιλείας ἐνδύεται καὶ εἰς Χερβίαν ἔρχεται. Μανθάνει περὶ τούτου ὁ βασιλεὺς, καὶ μὴ δυνηθεὶς διὰ γραμμάτων μεταποιῆσαι αὐτὸν, χεῖρα βαρεῖαν ἀπο στίλλει κατ´ αὐτοῦ· ποδάγρᾳ γὰρ ὁ βασιλεὺς συνεχόμενος καὶ παρὰ δεμνίοις ἁπαλοῖς κείμενο· . δι´ ἐαυτοῦ τοῖς τοιούτοις ἐφίστασθαι οὐκ ἠδύνατο. Πάλεμος οὖν ἐν τῷ Ὁστροβῷ συγκροτεῖται, καὶ αἰνίδιον πίπτει τοῦ ἵππου ὁ Μανιάκης, πολλὰ πρότερον τοῦ στρατοῦ κατατρέχων. Τέμνεται τὴν κεφαλήν. Τῷ βασιλεῖ στέλλεται, καὶ μέγας ἐπὶ τούτῳ θρίαμβος γίνεται, Ἀλλὰ καὶ Θεόφιλος ὁ Ἐρωτικὸς στρατηγῶν ἐν Κύπρῳ, καὶ μαθὼν τὰ περὶ τὸν Καλαφάτην καὶ Ἐτι σύγχυσιν ἔχει τὰ πράγματα, τοὺς Κυπρίους ἀπαλλάττει καὶ εἰς ἀποστσίαν χωρεῖ. Ἀλλ´ ὁ βασιλεὺς ἀποστείλας χειροῦται αὐτὸν, καὶ ἐν ἱπποδρομίᾳ θριαμβεύσας στολὴν ἐνδεδυμένον θήλειαν, καὶ πάντων ὡιλώσας, ἀπέλυσε. Τότε δὴ, τότε καὶ ὁ σατριάρχης Ἀλέξιος καταλύει τὸν βίον, ἀναβιβάζεται δὲ ἀντ´ αὐτοῦ Μιχαὴλ ὁ Κηρουλάρης, μοναχὸς ὤν. Κατὰ τοῦτον δὴ τὸν καιρὸν καὶ οἱ Σκύθαι, τοῦτ´ Ἐατιν οἱ Ῥωσοί διά τινα μικρὰν πρόφασιν κατὰ «τῆς βασιλίδος ὁρμῶσι στόλῳ βαρεῖ. Καὶ ὁ βασιλεὺς ὑπαντιάζει αὐτοῖς ἔν γε τῷ φόρῳ, καὶ οἱ τραπέντε. ἐπαλινόστησαν, συμβολῆς γενομένης πλοίωκατεαγέντων καὶ ὡσεὶ χιλιάδες δεκαπέντε περὶ τὴν γῆν ἐκβρασθέντων, εἰ καὶ κατά τινα κόλπον τριήρεις ΚΙʹωμαϊκαὶ δ ὡκουσαι τὰ αὐτὰ πεπόνθασι, τὸν ἀριθμὴν κʹ καὶ δʹ´ οὖσαι, Ἐν ἔτει φφνβʹ, μηνὶ Μαρτίῳ θʹ, βουλεύεται ὁ Ρασιλεὺς ἀπελθεῖν εἰς προσκύνησιν τῶν ἁγίων μʹ. Γίνεται οὖν δημοσία προπομπή, ἔρχεται περὶ τὸν Χριστὸν τὸν χαλκοῦν. Καὶ τηνικαῦτα τὸ πλῆθος εἰς ἀποστασίαν χωρεῖ· φωνή γὰρ ἐκ μέσου αὐτοῦ ξεχύθη λέγουσα· «Ἡμεῖς τὴν Σκλήραιναν βασίισσαν οὐ θέλομεν, οὐδὲ δι´ αὐτὴν αἱ μάνναι ἡμῶν αἱ πορφυρογέννητοι Ζωὴ καὶ ἡ Θεοδώρα θανοῦνται.» Ταραχθὲν οὐν ἐπὶ πλέον τὸ πλῆθος ἐζήτει τὸν βασιλέα διαχειρίσασθαι, καὶ φθόρος ἂν εὐθέως ούκ ὀλίγος ἐγεγόνει, εἰ μή γε προκύψασαι ἄνωθεν αὶ βασίλισσαι τὴν τοῦ πλήθους ὀργὴν κατεστόρεσαν. Ἐφ´ ᾧ καὶ ἄκων ὁ βασιλεὺς ἐν βοσιλείοις ὑποστρέφει.