Ancient Greek
52
Michael Glycas, Annales 52
Unproofread scanNot analysed yet
συστολὴν τοῦ φωτὸς χώραν αὐτίκα λαβὼν, ἐκεῖνο νύκτα ἐκάλεσε. «Καὶ ἐγένετο» γάρ φησιν «ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα μία.» Καὶ πείθου τῷ μεγάλῳ Βασιλείῳ λέγοντι ὅτι ἡ πρὸ τῆς γενέσεως τοῦ φωτὸς ἐν τῷ κόσμῳ κατάστασις οὐχὶ νὺξ ἦν, ἀλλὰ σκότος. Τὸ μέντοι διασταλὲν πρὸς τὴν ἡμέρα, τοῦτο νὺξ ὡνομάσθη, ὅπερ νεωτέρας προσηγορίας μετὰ τὴν ἡμέρα τετύχηκεν, Οὐκοῦν ἡ ἡμέρα προηγεῖται τῆς νυκτός. Τὸ γὰρ φῶς ἐκεῖνο διακεχυμένον ὃ ἁπανταχοῦ συνεστέλλετο κελεύσει τοῦ παραγαγόντος αὐτὸ Θεοῦ, συστελλόμενον δὲ πάροδον ἐδίδου τῆς νυκτὶ, καθά φησιν Ἰουστῖνος ὁ φιλόσοφος ὁ καὶ μάρτυς Χριστοῦ, καὶ μετ´ ἐκεῖνον ὁ μέγας Βασίλειος. Ἔνθεν τοι καὶ τὸ μῆκος ἀμφοτέρων ἐπισυνάπτων ὁ Μωσῆς καὶ μίαν ἡμέρα ἀποκαλῶν, οὕτω τὴν ἐκμέτρησιν τῶν χρόνων ποιεῖ, «Καὶ ἐγένετο» λέγων «ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα μία.» Ἐπίγνωθι οὖν, ἀγαπητέ, ὡς εἴγε τὸ σκότος ἐκεῖνο προηγεῖτο τῆς ἡμέρας, ἐκεῖθεν ἂν ὁ´ Μωσῆς καὶ τὴν τῶν ἡμερῶν ἐποιεῖτο ἐκμέτρησιν Ταῦτα μὲν οὖν ἐπιβεβαιοῖ καὶ αὐτὸς ὁ τὴν γλῶτταν χρυσοῦς. Ἐν γὰρ τῇ εἰς τὴν Ἐξαήμερον τρίτῃ αὐτοῦ ὁμιλίᾳ φησὶν ὅτι εἰπών ὁ Μωσῆς, «Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρω ἡμέρα μία,» ἔδειξε σαφῶς ὅτι τὸ τέλος τῆς νυκτὸς πλήρωμα τῆς ἡμέρας ἐστίν· ἐπὶ γὰρ τούτῳ καὶ ἀμφοτέρων τὸ μῆκος ἡμέρα μίαν εἰκότως ἐκάλεσεν. Οὕτω μὲν οὖν ὁ μέγας Βα σίλειος περὶ τοῦ Μωσέως φησὶν, ἵνα τὰ πρεσβεῖα τῆς γενέσεως ἀποδῷ τῇ ἡμέρᾳ, πρότερον εἰπεῖν τὸ πέρας τῆς ἡμέρας, εἶτα τῆς νυκτὸς, ὡς ἐφεπομένης τῆς νυκτὸς τῇ ἡμέρα. Ἄφες λοιπὸν τὰ τοῦ Ἰωσήπου · σκότους γὰρ ἐκεῖνος ὡς Ἰουδαῖος ὑπάρχων μεστός ἀναβλέψαι πρὸς τὸ φῶς οὐκ ἠθέλησεν, Ἔν. θεν τοι καὶ τὴν νύκτα τῆς ἡμέρας προέταξε. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα μία. Τίνος ἕνεκεν ἐνταῦθα εἶπεν ἡμέρα μία καὶ οὐκ εἶπεν, ἡμέρα πρώτη; Καίτοι γε τοῦτο ἥν ἀκολουθότερον, εἴγε μετὰ ταῦτα ἔμελλε λέγειν, «Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα δευτέρα·» τῆς γὰρ δευτέρας καὶ τῆς τρίτης ἐξ ἀνάγκης πρώτη κατάρχει τε καὶ προηγεῖται. Εἶπεν οὖν ἡμέρα μία τὸ μέτρον ἡμέρας καὶ νυκτὸς περιορίζων, καὶ συνάπτων τοῦ ἡμερονυκτίου τὸν χρόνον, ὡς τῶν εἰκοσιτεσσάρων ὡρῶν μιᾶς ἐκπληρουσῶν ἡμέρας διάστημα, συνυπακουομένης τῇ ἡμέρᾳ δηλονότι καὶ τῆς νυκτός· καὶ γὰρ ἡ τοῦ οὐρανοῦ ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ πάλιν ἀποκατάστασις ἐν μιᾷ ἡμέρᾳ γίνεται. Καὶ περὶ μὲν τῆς οὐσίας τοῦ οὐρανοῦ πλέον οὐ