Ancient Greek
54
Michael Glycas, Annales 54
Unproofread scanNot analysed yet
ὁρώμενα δίδωσιν ἡμῖν ἐννοεῖν ὅτι μέσον ἡ [ῆ τοῦ παντὸς ἀπῃώρηται Καὶ γὰρ εἰ μὴ τοῦτο ἦν, εἰ μὴ καθάπερ εἴπομεν, ἀπῃωρημένη αὕτη παρήγετο κατ´ ἀρχὰς, οὐκ ἂν αἱ κατὰ τόπους κινήσεις αὐτῆς ὑπ´ ἀνέμων ἐγίνοντο. Αἴτιος μὲν γὰρ τοῦ σεισμοῦ ὁ Θεὸς κατὰ τὸν εἰπόντα προφήτην «Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν,» τὸ δὲ συνεχές τούτου γίνεται καὶ παρὰ τὴν τῶν ὑπογείων ἀνέμων κίνησιν. Διὰ γὰρ τοῦτο καὶ πιόντων μεγάλων σεισμῶν ἄνεμοι τῷ τότε οὐκ εἰσὶν, ὡς ἐγκλειομένων αὐτῶν ὑποκάτω κατὰ τόπους καὶ μᾶλλον ὑπάντρους. Εἰ δὲ καὶ τί ἐστιν ὁ ἄνεμος ἐπιζητεῖς, καὶ πόθεν ἔχει τὴν γένεσιν, εἰδέναι ὀφείλεις ὅτι τινὲς μὲν τὸν ἀέρα φασὶ κινούμενον τὰς τῶν ἀνέμων αὔρας παρέχειν ἡμῖν, ἕτεροι δὲ πάλιν ἐκ τῆς καπνώδους ἀναθυμιάσεως γεννᾶσθαι τὸν ἄνεμον φάσκουσιν. Οἷς δὴ καὶ προσέχειν σε πλέον βούλομαι. Ἡ μὲν γὰρ τοῦ ἀέρος κίνησις ἔκλυτος ὑπάρχει καὶ χαλαρὰ, ἡ δὲ τοῦ ἀνέμου βιαιοτέρα τε καὶ τυραννική. Καὶ δῆλον ἐξ] αὐτῶν τῶν σεισμῶν· οὐδὲν γὰρ ἕτερόν ἐστιν ὁ σεισμὸς εἰ μὴ ὑπόγειος ἄνεμος. Τεσσάρων δὲ ὄντων ώς εἰπεῖν καθολικῶν ἀνέμων, ἀπηλιώτης μὲν καὶ ζέφυρος οὐκ εἰσὶ σφοδρότατοι, βοῤῥᾶς δὲ καὶ νότος τυραννικώτατοι, διότι ἐν μὲν τῷ βορείῳ καὶ νοτίῳ πόλῳ, ὅθεν ὁ βοῤῥᾶς καὶ ὁ νότος πνεῖ, μὴ γινόμενος ὁ ἥλιος οὐ θερμαίνει τὰ ἐκεῖσε χωρία, ἀλλὰ μένει ψυχρὰ, ψυχρὰ δὲ ὄντα ἀεὶ ἔνικμά εἰσιν, ὥστε ὄμβρων πολλῶν γενομένων διὰ τὴν ψῦξιν, εἶτα τῆς γῆς διαβρόχου γενομένης, πολλὴ καπνώδης ἀναθυμίασις ἀναδίδοται, καὶ διὰ τοῦτο σφοδροὶ ἄνεμοι γίνονται, ὅ τε βοῤῥᾶς καὶ ὁ νότος. Ἐν δὲ τοῖς ἀνατολικοῖς καὶ δυτικοῖς χωρίοις κινούμενος ὁ ἥλιος οὐκ ἐᾷ ψῦξιν γενέσθαι πολλὴν, καὶ διὰ τοῦτο οὔτε πολὺς ὑετὸς γίνεται οὔτε πολλὴ ἡ καπνώδης ἀναθυμίασις, ἅτε τῆς γῆς μὴ διαβρεχομένης. Ἔνθεν τοι καὶ οὐ σφοδροὶ γίνονται ἄνεμοι. Ἀλλὰ καὶ ἐτήσιοι βόρειοι ἄνεμοι γίνονται μεθ´ ἡμέρας εἴκοσι τῆς θερινῆς τροπῆς, μετὰ τὴν τοῦ κυνάστρου ἐπιτολήν. Τηνικαῦτα γὰρ τῆς χιόνος λυομένης αὖραι γίνονται ψυχραὶ βόρειοι. Καὶ τούτου χάριν οἱ διαληφθέντες ἄνεμοι τῷ καιρῶ τούτῳ καθ´ ἕκαστον ἔτος ἀπάρχονται πνεῖν. Καὶ περὶ μὲν τούτων οὕτως Ἄνεμον δὲ παρ´ Ὁμήρῳ καλούμενον θύελλαν ὁ Ἀριστοτέλης τυφῶνα καλεῖ, διὰ τὸ παχὺ εἶναι τὸ πνεῦμα καὶ οἱονεὶ τύπτειν τῇ φωνῇ τὸ παρατυχόν. Αἰτία δὲ τοῦ τοιούτουζ ἀνέμου ἀτμὶς παχεῖα ἄνωθεν ἀπὸ τῶν νεφῶν φερομένη εἴτε κατὰ γῆς εἴτε κατὰ θαλάσσης, ἤτις προσπταίουσά τινι ἀντιτύπῳ σώματι ἀναπάλλεται εἰς τοὐπίσω ἐπεὶ δὲ τὸ ἀναπαλλόμενον κωλύεται εἰς τοὐπίσω χωρεῖν ὑπὸ τοῦ ὄπισθων ἐπακολουθοῦντος, ἐπὶ τὰ πλάγια διακλᾶται, εἶτα κἀκεῖσε ἀντιτύπῳ συναντήσασα πάλιν διασκορπίζεται, καὶ γίνεται ἑλιξίτης συστροφὴ τοῦ ἀνέμου, μετεωρίζουσα καὶ ἀπὸ γῆς καὶ ἀπὸ θνλάσσης τὰ παρατυχόντα σώματα. Ἔνθεν τοι καὶ σίφωνα τὸν τοιοῦτον ἄνεμον καλοῦσι· κατὰ κύκλον τε γὰρ εἰλεῖται περὶ τὴν γῆν, καὶ πρὸς τὴν οἰκείαν αὐθις ἐπανακάμπτει ἀρχὴν, ὅθεν καὶ λίθους ἐφέλκεΟΙΕΘ