Ancient Greek
57
Michael Glycas, Annales 57
Unproofread scanNot analysed yet
ἂν ὑπὸ τῶν ναυτιλλομένων ἑψόμενον κἀντεῦθεν τὴν χρείαν μετρίως παραμυθούμενον· τηνικαῦτα γὰρ σπόγγοις ὑποδεχόμενοι τοὺς ἀναγομένους ἐκεῖθεν ἀτμοὺς ἴαμα δίψης ἐν ταῖς ἀνάγκαις εὑρίσκουσι. Καλῶς οὖν ὁ προφήτης ἔλεγεν «Ὁ ἀνάγων τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς·» ὁ γὰρ ἀήρ ταῖς κάτωθεν ἀναθυμιάσεσι καταπυκνούμενος σταγόνας ἀφίησι καὶ καταπιαίνει τὴν γῆν. Κατὰ τοῦτο καὶ ὁ ἥλιος ἡνίκα τὰ νότια παρεάσας ἐπὶ τὰ βόρεια μέρη τρέχει καὶ τὸ θέρος ἐργάΚζεται, ἀναλίσκει τὰ ὕδατα καὶ τὰ ἡμέτερα ξηραίνει σώματα. Καὶ μέντοι καὶ τοὺς ποταμοὺς μικροτέρους ἔστιν ἰδεῖν. Τούτῳ μέντοι τῷ λόγῳ καὶ τὸν Νεῖλον αὐτὸν οὐ κατὰ τὸν αὐτὸν τοῖς ἄλλοις φασὶ πλημμυρεῖν καιρὸν, ἀλλὰ μεσοῦντος τοῦ θέρους ἐπικλύζειν τὴν Αἵγυπτον, ὡς τοῦ γε ἡλίου τὴν βορειοτέραν τηνικαῦτα διαθέοντος ζώνην, καὶ τοῖς ἄλλοις μὲν ποταμοῖς ἐνοχλοῦντος, τούτου δὲ πλεῖστον ἀπέχοντος. Ἡ μέντο τῶν ἀτμῶν φύσις οὐδὲν ἄλλο ἐστὶν ἢ λελεπτυσμένον ὕδωρ. Ἀναγομένων οὖν, ὡς εἴρηται, αὐτῶν τῇ τοῦ ἡλίου ὁλκῇ, κἀντεῦθεν πυκνουμένου τοῦ ἀέρος, ὑετοὶ καταῤῥήγνυνται χιόνες τε καὶ χάλαζαι, καὶ ὅσα τῆς ὑργᾶς ὑπάρχει φύσεως ἔγγονα, Καὶ περὶ μὲν τούτων οὕτως. Οἷδα δὲ, ἀγαπητὲ, ὅτι καθ´ ἱστορίαν ἐπελθοῦσα ἡ σὴ φιλομάθεια τὰ παρὰ Μωσέως γραφέντα περί τε σαῦ πρώτου οὐρανοῦ περί τε τοῦ δευτέρου, στερεώματος δηλαδὴ, καὶ περὶ τῶν ἐναπειλημμένων ὑδάτων μέσον τῶν ὃύο τούτων οὐρανῶν, ἐκλαβέσθαι τὰ τοιαῦτα καὶ κατὰ ἀναγωγὴν ἐπιζητεῖ. Ταύτῃ τοι καὶ τὸν Σιναΐτην ἰδοὺ παράγω σοι θεῖον Ἀναστάσιον · ὁ γὰρ θεῖος οὗτος ἁνὴρ ἀκούσας τοῦ μεγάλου Παύλου λέγοντος ὅτι πάντα εἰς Χριστὸν προτετύπωται, τὰ ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, τούτου χάριν ἀλληγορικῶς τὰ πλείω τῆς Παλαιᾶς ἐξελάβετο Καὶ ἄκουε τί φῃσι περὶ τῶν οὐρανῶν τέως αἡτῶν· «Ἡ τοῦ ἀνωτέρου οὐρανοῦ ἀκατάληπτος φύσις ἐμοὶ δοκεῖ τύπον ἐπέχειν τῆς ἀοράτου καὶ ἀκαταλήπτου λόγου θεότητος, τὸ δὲ στερέωμα τὸ κάτωθεν ἀνελθὸν τύπον ἐπέχειν τῆς τοῦ Χριστοῦ ἀνθρωπότητος ἣν ἔλαβε κάτωθεν. Τὸ δὲ ὕδωρ τὸ μέσων τῶν δύο ἐμπεριληφθὲν εἰκόνα διαγράφει τῆς ἀχράντου αὐτοῦ ψυχῆς μεσιτευούσης θεότητι καὶ σαρκὸς παχύτητι. Ὅρα γὰρ ὅτι ὁ μὲν ἀνώτερος οὐρανὸς φύσει ἀπ´ ἀρχῆς οὐρανὸς ἐκλήθη, καθὰ καὶ ὁ Θεὸς λόγος ἀπ´ ἀρχῆς Θεὸς ἐστὶ, τὸ δὲ στερέωμα πὸ κάτωθεν καὶ ὑλικὸν οὐκ ἀπ´ ἀρχῆς, μετὰ δὲ τὴν πρὸς τὸν ἀνώτερον ἕνωσιν οὐρανὸς ἐκλήθη, ἐπειδὴ καὶ τὸ ἅγιον τοῦ Χριστοῦ σῶμα τῇ θεώσει καὶ τῇ ἑνώσει λέγεται Θεὸφ οὐ μὴν τῇ οἰκεία φύσει.» Συμμαρτυρεῖ δὲ τοῦτο ὁ πάμμεγας Παῦλος, καταπέτασμα λέγων τὴν ἁγίαν τοῦ Χριστοῦ σάρκα, ἤτις κάτωθεν καὶ ἐξ αἱμάτων συνεπάγη, καθὰ δὴ καὶ αὐτὸ τὸ στερέωμα ἐκ τῶν κάτω νοτίδων. Καὶ ταῦτα