Ancient Greek
61
Michael Glycas, Annales 61
Unproofread scanNot analysed yet
ὡς καὶ κίονα τοῦ οὐρανοῦ παρὰ τοῖς ποιηταῖς λέγεσθαι · οὗ τὴν κεφαλήν οὐδεὶς ἑώρακε διὰ τὸ χιόνι καλύπτεσθαι. Καὶ οὕτω μὲν ὁ διαληφθεὶς Θεοδώρητος, ὁ δὲ μέγας Βασίλειός φησιν ὅτι καλῶς εἶπεν εἰς μίαν συναγωγήν. Ἐὰν γὰρ μὴ τὸ ἐπιῤῥέον ὕδωρ τῶν δεχομένων αὐτὸ χωρίων ὑπερχεόμενον μετεκβαίνοι ἂν, καὶ ἄλλα ἐξ ἄλλων πληροῦν πᾶσαν κατὰ τὸ συνεχὲς ἐπικλύσῃ τὴν ἥπειρον, «Συναχθήτω τὰ ὕδατα» εἶπεν «εἰς συναγωγὴν μίαν,» σουτέστιν ἄλλη ἀπὸ ταύτης μὴ ἀπογευηθήτω, ἀλλ´ ἐν τῇ πρώτῃ συλλογῇ ἀπομεινάτω τὸ συναγόμενον Κατὰ τοῦτο καὶ ὁ Ἐκκλησιαστής φησιν ὅτι πάντες οἱ χείμαῤῥοι πορεύονται εἰς τὴν θάλασσαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἐμπιπλαμένη, ἐπειδὴ καὶ τὸ ῥεῖν τοῖς ὕδασι διὰ τὸ θεῖον πρόσταγμα· «Συνα. χθήτω» γάρ φησι «τὰ ὕδατα.» Καὶ τὸ εἴσω δὲ τῶν ὅρων περιγεγράφθαι τὴν θάλασσαν ἀπὸ τῆς πρώτης νομοθεσίας ἐστί. Πρόσεχε, ἀγαπητέ. Συν θχθη τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὤφθη ἡ ξηρά.» Ἐπειδὴ γὰρ ἀόρατος ἦν ἡ γῆ καὶ ἀκατασκεύαστος ἅτε τοῦ ὕδατος ἐπιπολάζοντος αὐτῇ, διὰ τοῦτο τὸ ὕδωρ συνήχθη εἰς τὰς συναγωγὰς αὐτοῦ καὶ οὕτως ὁρατὴ γέγονεν ἡ ἀόρατος οὖσα τὸ πρότερον. Τότε δὴ, τότε καὶ φυτοῖς παντοίοις ἐκαλλωπίζετο θείῳ προστάγματι, ὡς ἄνωθεν εἴρηται. Εἱ δὲ καὶ τίνος ἕνεκεν ἐπιζητεῖς οὕτω κατὰ μέρος ἡ γῆ τὸν οἰκεῖον ἐδέχετο κόσμον καὶ οὐκ ἐξ ἀρχῆς αὐτῆς ἀπηρτισμένη παρήγετο, ἐγώ σοι ἐρῶ, μᾶλλον δὲ οὐκ ἐγὼ, ἀλλ´ ὁ τὴν γλῶτταν χρυσοῦς. Ἐπειδὴ γὰρ ἡ γῆ μήτηρ ἡμῶν ἐστι καὶ τροφὸς, ἐπειδὴ πάντες ἐξ αὐτῆς γεγένηνται καὶ εἰς αὐτὴν αὖθις ἐπιστρέφουσιν, ἐπειδὴ πᾶσαν ἀπολαύειν ἡμῖν αὕτη χαρίζεται, ἵνα μὴ τὸ πᾶν αὐτῇ λογισθῇ κἀντεῦθεν σέβας αὐτῇ προσαχθῇ, δυνάμει δῆθεν οἰκείᾳ τοσούτων ἀγαθῶν ἡμῖν αἰτίᾳ γεγενημένῃ. διὰ τοῦτο πρῶτα μὲν ἐπικαλύπτει ταύτην τῷ ὕδατι καὶ ἀκα. τάσκευον ποιεῖ, μετὰ δὲ ταῦτα τὸ ὕδωρ εἰς μίαν ἐπισυνάγει συναγωγὴν, καὶ οὕτως ὀφθῆναι παρασκευάζει αὐτήν. Ἀλλὰ καὶ τοῦτο ζητῆσαι ἄξιον, ποῦ συνήχθη τὸ ὕδωρ, ὡς ἐντεῦθεν ὁφθῆναι τὴν ξηρὰν, εἴγε τὸ πρόσωπον ἅπαν τῆς γῆς, ὥς φησιν ἡ Γραφὴ, τοῖς ὕδασιν ἐκαλύπτετο. Ἰουστῖνος ὁ φιλόσοφος καὶ μάρτυς Χριστοῦ ὁ μέγας τε Βασίλειός φασιν ὅτι κοιλότητες ἐγένοντο τηνικαῦτα κατὰ θείαν κέλευσινκαὶ σοῦ λόγου μάρτυρες ἀπαράτρεπτοι αἱ κατὰ τόπους εὑρισκόμεναι νῆσοι), καὶ οὕτως αὖται τὸ ὕδωρ ὑποχαλασθὲν ἐθέξαντο. Βἰ μὴ γὰρ συνήχθη τὸ ὕδωρ ἐν ταῖς τοιαύταις κοιλότησιν, οὐκ ἂν ἀποκαλυφθῆναι ἔφθασεν ἡ ξηρά. Ἀλλὰ, κηδεμονίας Θεοῦ! καὶ νήσους γὰρ ταῖς κοιλότησι προσεῖναι παρεσκεύασε. Τίνος ἕνεκεν; Ὥστε τοὺς ναυτιλλομένους ἐκεῖσε διαναπαύεσθαι, ἡνίκα καὶ μᾶλλον ὁδοιπορίαις μαΜὴ