Ancient Greek
66
Michael Glycas, Annales 66
Unproofread scanNot analysed yet
Οῆσω μὲν οὖν ἀνατέλλοντος τοῦ ἡλίου καὶ δύνοντα · τὸ φῶς ἐξ ἀνάγκης καὶ τὸ σκότος παρέπεται ἐναντία μὲν ἀλλήλοις, ἀναγκαῖα δὲ τοῖς ἀνθρώποις ἀμφότερα· τὸ μὲν γὰρ πρὸς ἐργασίαν συντελεῖ τοῖς ἀνθρώποις καὶ ὑποδείκνυσι τὰ ὁρώμενα τὸ δὲ δια ἀναπαύει αὐτοὺς καὶ τὸν ἐκ τῆς ἐργασίας διαλύει πόνον. Ἡ μέντοι νὺξ καὶ κατὰ τοῦτο χρήσιμος τοῖς ἀνθρώποις εὑρίσκεται· μέση γὰρ καὶ αὕτη κειμένη τῶν ἡμερῶν μετρεῖσθαι τὸν χρόνον ποιεῖ. Εἰ γὰρ ἀδιάδοχον ἐμεμενήκει τὸ φῶς, οὐκ ἂν ἐνιαυτῶν ἐμεμαθήκειμεν κύκλους, μία δὲ ἔδοξεν ἂν ἡμέρα. πάντως εἶναι τοῦ παρόντος αἰῶνος τὸ μέτρον. Ὅπερ ἔξειν τὸν προσδοκώμενον αἰῶνα πιστεύομεν· τοῖς γὰρ ἀθανάτοις ἱσουμένοις καὶ ἀδιαδόχοις τοιοῦτος καὶ ὁ αἰὼν ἁρμόττει. Ἐπὶ δὲ τοῦ παρόντος καὶ μάλιστα ἔδει τὰ μέτρα τοῦ χρόνου γινώσκειν, ἱνα παραθέοντα τοῦτον ὁρῶντες ἡμεῖς αὐτῶν ἡμῶν ἐπιμελώμεθα καὶ πρὸς ἀποδημίαν ἑτοιμαζώμεθα· δθεν καὶ μεσολαβεῖν τὴν νύκτα πανσόφως ὁ Θεὸς διετάξατο. δοίῆοῖΙἱ ε ποὺίς εεεωυε ο ποσοι π Λχιαηυ ράτατιυε. Αἰαμρ Μαο Δ οαεα ροι Ριο- [εοιο ερίρηιοι ΒεΠΛ ΠΟΩἰοε Δἰεὺυε ΙΙἰοτοοῖσοο νῖὰοιη Καὶ οὕτω μὲν οἱ ὑποφῆται τοῦ Πνεύματος περὶ τῆς ἐξ ἀρχῆς τῶν ἀστέρων παραγωγῆς καὶ συστά σεως καὶ φρονοῦσι καὶ λέγουσιν· οἱ δὲ ἐπὶ κενοῖς ἀτὶ ιμεταιάζοντες, οἱ σοφοὶ μὲν εἶναι φάσκοντες, μωρανθέντες δὲ κατὰ Παῦλον εἰπεῖν, μυρίαις ἐπὶ ταῦτοις δόξαις ἑαυτοὺς ἐκδεδώκασιν. Αὐτίκα γὰρ ὁ Ἀναξαγόρας τοιάδε περὶ τῆς τῶν ἀστέρων ἐκενο λόγησε φύσεως· ἀπὸ γὰρ τῆς τοῦ παντὸς περιδιψήσεας πέτρας εἶπεν ἀνασπασθῆναι, καὶ τούτους ἕκπυρωθέντας καὶ ἄνω παγέντας ἀστέρας ὀνομασθῆναι. Τὰ αὐτὰ δὲ καὶ Δημοκρίτῳ περὶ τούτου δοκεῖ. Ὁ δὲ Διογένης κισσηροειδεῖς ἔφησε τούτους εἶναι, δικπνοάς τινας ἔχοντας. Ἀλλὰ καὶ ἐμπίπτειν κἰ τὴν γῆν τινας ἐξ αὐτῶν ἀπομάχεται, καὶ σβεν. νυμένους ἐλέγχεσθαι ὅτι λίθων ἔχουσι φύσιν. Καὶ μάρτυρι χρῆται τῷ ἐν Αἰγὸς ποταμοῖς πυροειδῶς κατενεχθέντι ποτέ. Ὁ δὲ Ἀναξίμανδρος συστήματά τιὸα τοῦ ἀέρος πυρὸς ἔμπλεα, τροχοειδῶς πεπιλημένα, ἀπό τινων στομίων ἀφιέντα τὰς φλόγας. Ὁ δέ γε ἕενοφάνης τὸν ἥλιον καὶ τὴν σελήνην πεπυρωμένα νέφη ἔφησεν εἶναι, ἄλλοι δὲ μύδρον ἢ πέτρον διάπυρον ἔλεγον εἶναι. Φιλόλαος δὲ ὑλοειδῆ τοῦτον ἐφιλοσόφει, δεχόμενον μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς, Καὶ ταῦτα μὲν οἱ σοφοὶ τὰ μάταια περὶ τῆς τῶν ἀστέρων ἐφρόνησαν φύσεως· τὸν γὰρ ποιητὴν αὐτῶν ἠγνοηκότες Θεὸν αἰτίαν ἔμφρονα τῆς τῶν ὅλων γενέσεως προεστάναι οὐ συνεχώρησαν. Ἔνθεν τοι καὶ ἀποκλαιόμενος αὐτοὺς ὁ μέγας Βασίλειος κατακριθῆναι λέγει καὶ πλέον τῶν ἄλλων ἐν ἡμέρᾳ τῆς κρίσεως, ὅτι οὕτως ὀξὺ πρὸς τὰ μάταια βλέ-