Ancient Greek
71
Michael Glycas, Annales 71
Unproofread scanNot analysed yet
Ἔθετο ταῦτα εἰς σημεῖα καὶ εἰς καιρούς. Τῷ μεγάλῳ Βασιλείῳ κἀνταῦθα προσέχειν σε ἄξιον Ἐν γὰρ τῇ εἰς τὴν Ἐξαήμερον ἕκτῃ αὐτοῦ ὁμιλίᾳ περὶ τῆς τῶν ἀστέρων παρατηρήσεως καὶ τάδε φηαίν, Ἀναγκαία πρὸς τὸν ἀνθρώπινον βίον ἀπὸ τῶν φωστήρων παρασημείωσις, ἐὰν μή τις πέρα τοῦ μέτρου ἐξ αὐτῶν σημεῖα περιεργόζηται. Πολλὰ μὲν γὰρ περὶ ἐπομβρίας ἔστι μαθεῖν, πολλὰ δὲ περὶ αὐχμῶν καὶ πνευμάτων κινήσεως ἢ μερικῶν Πκα θόλου, βιαίων ἀνειμένων. Ἔν γάρ τι τῶν ἀπὸ τοῦ ἡλίου παραδεικνυμένων καὶ ὁ Κύριος παρέδωκεν ἡμῖν, εἰπὼν ὅτι χειμών ἔσται· στυγνάζει γὰρ πυῤῥάζων ὁ οὐρανός. Ἐπειδὰν γὰρ δι´ ἀχλύος ἡ ἀναφορὰ γένηται, ἀμαυροῦνται μὲν αἱ ἀκτῖνες τοῦ ἡλʹου, ἀνθρακώδης δὲ καὶ ὕφαιμος τὴν χρόαν ὁρᾶται, παχύτητος τοῦ ἁέρος ταύτην ἐμποιούσης τὴν φαντασίαν ταῖς ὄψεσιν. Ἀλλὰ καὶ ἐπειδὰν ἡ σελήνη περιλιμνάζηται, ἢ ὕδατος ἀερίου πλῆθος ἢ νότου βιαίαν κίνησιν ἐπαγγέλλεται. Καὶ τῷ ἡλίῳ δὲ ὅταν αἱ λεγόμεναι ἅλῳ περιγραφῶσιν, ἢ καὶ οὓς ὀνομάζουσιν ἀνθηλίους, ὅταν συμπεριτρέχωσι τῇ τοῦ ἡλίου φορᾷ, συμπτωμάτων τινῶν καίρια σημεῖα γίνεται, ὥσπερ οὖν καὶ αἱ ῥάβδοι αἱ κατὰ τὴν χρόαν τῆς ἴριδος εἰς ὁρθὸν τοῖς νέφεσιν ἐμφαινόμεναι ὄμβρους καὶ χειμῶνας ἐξαισίους ἢ ὅλως τὴν ἐπὶ πλεῖστον μεταβολὴν τοῦ ἀέρος ἐνδείκνυται. Πολλὰ δὲ καὶ περὶ σελήνην αὐξανομένην ἢ λήγουσαν οἱ τούτοις ἐσχολακότες τετηρήκασι σημειώδη, ὡς τοῦ περὶ γῆν ἀέρος ἀναγκαίως τοῖς σχήμασιν αὐτῆς συμμεταβαλλομένου· λεπτὴ μὲν γὰρ οὗσα περὶ τὴν τρίτην ἡμέραν καὶ καθαρὰ σταθερὰν εὐδίαν κατεπαγγέλλεται, παχεῖα δὲ ταῖς κεραίαις καὶ ὑπέρυθρος. φαινομένη ἢ ὕδωρ λάβρον ἀπὸ νεφῶν ἢ νότου βιαίαν κίνησιν ἀπειλεῖ. Τὴν δὲ ἐκ τούτων σημείωσιν ἅσο· τῷ βίῳ παρέχεται τὸ ὡφέλιμον οὐδεὶς ἀγνοεῖ. Ὅρα γὰρ ὅτι καὶ οἱ ναυτιλλόμενοι πρός γε τοὺς ἀστέρας ὁρῶντες τὴν ἀκριβῆ τρίβον ὁδεύουσι καὶ τῇ τούτων θέσει προσέχοντες τὸ σκάφος ἰθύνουσιν· ἐπειδὴ γὰρ. οὐ δέχεται τῶν ὑδάτων ἡ φύσις ἴχνη, οἷς οἱ ὁδίται προσέχοντες ἀναμφίβολον τὴν πορείαν ποιοῦνται δέδωκεν ὁ Θεὸς τοῖς μακρὰ διαπερῶσι πελάγη σἷον ἴχνη τῶν θαλαττίων τρίβων, τῶν ἀστέρων τὴν θέσιν. Καὶ οὔτω μὲν περὶ τούτων τοῖς ἁγίοις πατράσι δοκεῖ. Ἕτεροι δὲ τὸ διαληφθὲν παρερμηνεύοντες Μωσαϊκὸν ῥητὸν, ἐκ τῆς τῶν ἀστέρων συγκράσεώς τε καὶ διαστάσεως λέγουσι τὰ καθ´ ἡμᾶς πάντα διοικεῖσθαι καὶ διεξάγεσθαι, εὐπραγίαν τε καὶ δυσπραγίαν ἐκεῖθεν κατάγουσι, καὶ ἁπλῶς ὅσα τῷ βίῳ καθ´ ἑκάστην ἀπροσδοκήτως συμπίπτουσιν. Ἀλλὰ μὴ σύ γε, τέκνον. ἠγαπημένον, τοιούτοις ὅλως ἀνάσχῃ πείθεσθαι λογισμοῖς, εἰ μὴ βούλει τοὺς ἀστέρας ἐντεῦθεν ἀδίκους εὑρίσκεσθαι, εἴ γε τοὺς μὲν ποιοῦσι πόρνους, τοὺς δὲ μοιχοὺς, καὶ ἄλλους πάλιν φονέας καὶ ἅρπαγας. Ἀλλὰ καὶ πρὸ τῶν ἀστέρων αὐτὸς ἂν ὁ ποιητὴς αὐπῶν Θεὺς ἄδικος εὐρεθείη, γέενναν πυρὸς τοῖς ἁμαρτωλοῖς ἀπειλῶν καὶ σκότος ἐξώτερον. Ἀλλ´ οὐκ ἴστε οοισορΟ