Ancient Greek
75
Michael Glycas, Annales 75
Unproofread scanNot analysed yet
αὐτῷ ὕλης εἰς χρονίαν ἔξαψιν. Ἐντεῦθεν οὖν ἴσχει τὴν γένεσιν καὶ τὸ δοκοῦν ἐξ οὐρανοῦ ῥίπτεσθαι πῦρ αἰθρίας οὔσης τῆς νυκτὸς, ὃ δὴ καί τινες τῶν ἀγροικοτέρων ἄστρον οὐράνιον ἥγηνται. Ἀλλ´ οἱ περὶ τὰ τοιαῦτα ἠσχολημένοι τὸ τοιοῦτον φάσμα διάττοντα κατονομάζουσιν. Ἐπειδὰν γὰρ τὸ διὰ τὸν κίνησιν ἐξαφθὲν ὕλαις ἐπιτηδείαις εἰς ἔξαψιν ἐντύχῃ. κἀντεῦθεν ἀπ´ ἄλλης εἰς ἄλλην φερομένης τῆς φλογὸς διαδόσιμον γένηται τὸ πῦρ, κατὰ σχῆμα τοῦ δόρατος ἀπομηκυνθῇ, τὸ τοιοῦτον διάττων ὡνόμασται κατὰ τὰ φαινόμενα σχήματα, καὶ τὰς ἐπωνυμίας ἀποπληροῦσι τοῖς φάσμασιν. Ἔθετο μὲν οὖν εἰς σημεῖα, καθάπερ εἴρηται, Θεὸς ταῦτα δὴ τὰ κατ´ οὐρανὸν, ὡς ἐντεῦθεν ἡμῖν ἀσφάλειαν οὐ τὴν τυχοῦσαν προσγίνεσθαι. Ὁρα γὰρ ὅτι καὶ τὰ νέφη πόκοις ἐρίων φανέντα ποτὲ παραπλήσια χειμῶνας ἐνίοτε προσημαίνουσιν. Ἀλλὰ καὶ ἶρις αὐτὴ, τὸ κατ´ οὐρανὸν δηλαδὴ φαινόμενον τόξιν, ὡς οὐχ ἁπλῶς τοῖς ὀφθαλμοῖς ἡμῶν καὶ ὡς ἔτυχε πρόκειται· χειμῶνος μὲν γὰρ αὕτη φανεῖσα εὐδιεινὴν ἐπιφέρει κατάστασιν, εὐδίας δὲ οὔσης εἴγε φανείη, χειμῶνα τοὐναντίον ἐμήνυσε. Καὶ ἔθετο γὰρ, φησί, ταῦτα εἰς σημεῖα. Ἀλλ´ ἡ μὲν ἶρις ἀνυπόστατός ἐστι, φαντασία δὶ μόνον τῆς ὁρώσης ὄψεως, ἐξ ἡλίου συνισταμένη νέφεσιν ἀνομοιομερέσιν ἐμπίπτοντος. Ἀλλὰ καὶ ἡ κατὰ σελήνην ἄλως ἔμφασις ὡσαύτως ἱστιν, οὐ μὴν ὑπόστασις. ἐξ ἀνακλάσεως τῆς ὄψεως. Τὸ δὲ ἀστραπαῖον πῦρ ἐνυπόστατον μέν ἐστιν, οὐκ ἔχει δὲ τὸ φλέγον· λεπτομερὴς γὰρ ἡ οὐσία αὐτοῦ. Ἀλλὰ καὶ τὰ σώματα ταχέως παρέρχεται, ὅθεν οὔτε καίει οὔτε μελαίνει αὐτά. Εἰ γὰρ καὶ πῦρ ὁ τοιοῦτός ἐστι κεραυνὸς καὶ φύσει ἔχει τὸ καίειν, ἀλλ´ ἡ λεπτότης αὐτοῦ, πρὸς δὲ καὶ ἡ ταχύτης μὴ ἐγχρονίζουσα τοῖς σώμασιν, ἄκαυστα ταῦτα ἐᾷ. Ὁ δὲ πρηστὴρ, ὡς καὶ αὐτὸ δηλοῖ τοὔνομα, τὰ παρατυχόντα καταφλέγει σαώματα Καταιολέγει δὲ διὰ τὸ συνεπισπᾶσθαι μεθ´ δαυτοῦ παχυμερεστέραν ὕλην ἐκ τοῦ νέφους, καὶ ταύτην ἐκπληροῦν. Τούτου δὲ τοῦ πρηστῆρος καὶ προηγεῖται πνεῦμα. Καὶ δῆλον ἐκ τοῦ τὰ μέλλοντα ἐμπίπρασθαι πρῶτον ὑπὸ πνεύματος ῥήγνυσθαι· τὸ γὰρ πνεῦμα τοῦ πρηστῆρος θειῶδες ὃν πλήττει καὶ ῥήγνυσι. Ταύτῃ τοι καὶ τὰ κεραυνωθέντα μένει ἄιαστῶτα ἐπὶ χρόνον τινά. Τὸν μέντοι κεραυνὸν, ἀγαπητέ, τοῦτ´ ἱστιν αὐτὸ τὸ ἀστραπαῖον πῦρ, ἢ κατὰ σύγκρουσιν τῶν νεφῶν γίνεσθαι νόμιζε ἢ κατὰ ἐκπυρηνισμὸν, ἡνίκα δηλαδὴ πυρώδης οὐσία τοῖς νέφασιν ἐμπεσοῦσα κατὰ βίαν ἐκεῖθεν ἐκραγῇ, ῥιπτομένη καὶ οἷον εἰπεῖν ὠθουμένη παρὰ τοῦ νέφους αὐτοῦ. Ἐκπυρηνισμὸς γάρ ἐστιν ὁ κατὰ συμπίεσιν· ἀκαντισμὸς γάρ ἐστιν, ὡς ὅταν καὶ ἡμεῖς τὰ τῶν ἐλαιῶν ὀστᾶ τοῖς δακτύλοις συμπιέζοντες ἢ ἄνω ἢ κάτω ταῦτα ἐξακοντίζωμεν. Καὶ τοιοῦτος μὲν ὁ κατὰ ἐκπυρηνισμὸν κεραυνὸς, ἡνίκα καὶ μᾶλλον ἡ τοῦ νέφους παχύτης ἄνωθεν πυκνωθεῖσα τὴν ἐμπεσοῦσαν ἐκεῖσε οὐσίαν οὐκ ἐᾷ τι διελθεῖν καὶ ἐπὶ τὸν χῶρον αὐτῆς ἀνελθεῖν· οομεορΟ