Ancient Greek
95
Michael Glycas, Annales 95
Unproofread scanNot analysed yet
τουτὶ δι´ ὑδάτων τὸ ζῶον. Καὶ τούτου χάριν ὑποθολοῦσι τῇ προνομαίᾳ τὰ νάματα πίνοντες, Ἔτι καὶ τοῦτο πρόσεστι θαυμαστὸν τοῖς ἐλέφασι. Τὸν γὰρ Ἰνδὸν ποταμὸν ἔστιν ὅτε διαπεοαιούιενιι οὐχ ἀπλῶς καὶ ὡς ἔτυχε τὴν ἐκεῖσε ποιοῦνται διάβασιν, ἀλλ´ ὁ μικρότατος πάντων τῆς περαιώσεως πρῶτος ἀπάρχεται, μετὰ τοῦτον ὁ μείζων αὐτοῦ ἕπειτα καὶ ὁ ἀμφοτέρων ἐπέκεινα. Καὶ καθεξῆς ὡσαύτως τῇ τοιαύτῃ τάξει χρώμενοι τὸν ποταμὸν ἀκωλύτως διέρχονται. Ἐὰν γὰρ οἱ μείζους τῆς πορείας ἀπήρχοντο, τάχα ἂν τῇ βαθύτητι τῶν ποδῶν βόθρους ἐπ´ αὐτῆς τῆς ἰλύος ἐργαζόμενοι προοδεύειᾳ οὐκέτι συνεχώρουν τοὺς τὸ σῶμα σμικρότατον φέροντας, μᾶλλον μὲν οὖν καὶ τῷ τοῦ ποταμοῦ τέλματι κατηνάγκαζον τοὺς τοιούτους ἀποπνίγεσθαι. Τὸ δὲ τὸν ἐλέφαντα μὴ ἄλλως πως εἰς συνδυασμὸν ἔρχεσθαι, καθά φασιν οἱ περὶ τὰ τοιαῦτα δεινοὶ, εἰ μὴ τοῦ μανδραγόρου γεύσαιτο(ὐδὲ γὰρ ἐπιθυμῶν μίξεως πρότερον κεῖται, ἐφ´ ὧ ἡ θήλεια λαβοῦσα μανδραγόραν καὶ φαγοῦσα δίδωσι καὶ τῷ ἄῤῥενι, καὶ οὗτω πρὸς μίξιν ἔρχονται φανερῶς εἰς τοὺς πρωτοπλάστους ἀνάγεται· κἀκεῖνοι γὰρ πρὸ μὲν τῆς τοῦ φυτοῦ γεύσεως ἰσάγγελον βίον εἶχον, μετὰ δὲ τὴν τοῦ ξύλου γεῦσιν καὶ τῆς παρακοῆς εἰσαχθείσης ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ ἔτεκε τὸν Κάῖν. Περὶ δὲ τοῦ μυρμηκολέοντος τί χρὴ καὶ λέγειν γέγραπται γὰρ ἐν τῷ Ἰὼβ, «Μυρμηκολέων ἀπώλετο διὰ τὸ μὴ ἔχειν βοράν.» Ὁ μυρμηκολέων ζῶόν τί ἐστιν ἐκ μύρμηκος μὲν καὶ λέοντος τικτόμενον, εὐθέως δὲ τελευτῶν διὰ τὸ μὴ εὑρίσκειν τροφὴν κατάλ· ληλον· ὡς μὲν γὰρ λέων κρέατα ἐπιζητεῖ, ὡς δὲ´ μύρμηξ πάλιν σἵτον, καὶ διὰ τοῦτο εὐχερῶς ἀπόλλυται. Ταῦτα δὲ πάντως εἰς αὐτὸν ἀνάγεται τὸν διάβολον, ὅστις ἀπὸ μικροῦ μὲν ἄρχεται, εἰς μεγάλα δὲ καταντᾷ. Ἐφ´ ᾧ καί τις τῶν Πατέρων ἔλεγε· «Τὰ μικρὰ τῶν ἁμαρτημάτων εὐτελίζειν οἶδεν ὁ διάβολος · ἄλλως γὰρ ἐπὶ μεῖζον κακὸν ἀγαγεῖν σε οὐ δυναται, »Ὅθεν ἀπόλλυται καὶ οὗτος, καὶ οἷον εἰπεῖν θνήσκει κατὰ τὸν μυρμηκολέοντα, μὴ τροφὴν εὑρίσκων παρ ἡμῶν καὶ ἀνάπαυσιν. Ὁ μέντοι ἐλέφας πίπτων ἐγερθῆναι οὐ δύναταε διὰ τὸ μὴ ἔχειν ἁρμογὰς εἰς τοὺς πόδας αὐτοῦ. Ἀλλὰ καὶ μονοτόκα ταῦτα δὴ τὰ σώματα τὰ μέγιστα φέροντα. Ἔδει μὲν δι´ αὐτὸ τοῦτο πολύτοκα μᾶλλον εἶναι, ἐλέφαντα λέγω καὶ ἵππον καὶ κάμηλον· ἀλλὰ δαπανωμένης τῆς τροφῆς εἰς τὴν τοῦ σώματος αὔξησιν πλῆθος ἐμβρύων θρέψαι οὐ δύναται. Καὶ περὶ μὲν τούτων οὕτως. Τοὺς δὲ λαγωούς φασι τὰ μὲν τῶν ἐγγόνων ὠδῖναι, τὰ δὲ τετοκέναι, ἔνια δὲ ἡμιτελῆ φέρεσθαι τῇ γαστρί. Τὸ δὲ αἴτιον ὅτι γονιμωτάτη τῶν λαγωῶν ἡ φύσις καθέστηκεν· ὅρα γὰρ ὅτι λαγωοῦ πιτύα γυναικὶ ἐντεθειμένη ἄπαιδι ἐγκύμονα ταύτην θᾶττον ἐποίησε, καὶ παῖδα ὑπομάζιον στείρᾳ χαρίζεται. Ἡ τοίνυν σύλληψις οὐκ ἔστιν ἐν λαγωοῖς ὡρισμένη, ἀλλ´ ἔτι κυοφορουμένων τῶν ἐγγόνων ἐσισύλληψις αὐτοῖς ἐγγίνεται. Οὐκοῦν ἃ μὲν τέτοκεν ὁ οοκοοΟϛί