Ancient Greek
97
Michael Glycas, Annales 97
Unproofread scanNot analysed yet
ἀμύνεσθαι τοὺς λυπήσοντας· · οὐκοῦν ἀποκρύπτεται ι οἷα τις τῶν στρατιωτῶν ἄνοπλος δεδιὼς παρατάττεαθαι Μόνη δὲ ἡ ἔλαφος ἀποβάλλεται τὰ κέρατα κάριν ὡφελείας, ὡς Ἀριστοτέλης φησί· βάρος γὰρ ἐξ ἀνάγκης κουφίζεται, διότι καὶ ναστὰ ταῦτα δι´ ὅλου τυγχάνει. Τῶν δ´ ἄλλων τὰ κέρατα μέχρι τινὸς κοῖλα, τὰ δ´ ἄκρα στερεὰ διὰ τὸ ταῖς πληγαῖς χρησιμεύειν. Γίνωσκε δὲ τοῦτο ὅτι γεννήτορες τοῦ ἀρώματος μόσχου οἱ ἐν Ἰνδίᾳ νεμόμενοι ἔλαφοι. Οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ πολυθρύλλητον τοῦτο ἄρωμα ἢ αἷμα ἐλάφου ἐσπαργανωμένον ἐν τῷ ὀμφαλῷ· περὶ μέντοι τὰ τέλη τοῦ κάρος βίπτεται ὥσπερ τι περίττωμα. Εὐῶδες οὐδέν, τι μέρος αὐτοῦ συλλεγόμενον· ἀλλ´ ἐπειδὰν χρόνῳ ταμιευθῇ καὶ εἰς ἑτέραν ἤπειρον μετακομισθῇ, τηνικαῦτα τὸ εὐῶδες πνεῦμα ἀφίησι. Λέγεται δὲ ὅτι ἡ ἔλαφος θελγομένη ἤχῳ αὐλῶν καὶ κροτάλοις τὸν ἐγγὺς τοξότην οὐχ ὁρᾷ καὶ τοξεύεται. Οὕτω καὶ ἡμεῖς ὑπὸ τῶν τοῦ κόσμου τερπνῶν καταυλούμενοι οὐδαμοῦ συνορῶμεν τὸν καθ´ ἡμᾶς ἀρ Κράτοις βέλεσι χρώμενον. Ἀλλὰ καὶ συνεχῶς ἐπὶ δρόμῳ τὴν ἔλαφον τὰ τέκνα γυμνάζειν αὐτῆς λέγου σι. Τοῦτο δὲ ᾠκονόμησε πάντως ὁ Θεὸς τοὺς νωδροτέρους ἐντρέπειν γονεῖς. ἰΡο. ΡΙΦΡιεα ἰιαυὲ ετνο ενῖυοΙιε εοε οε εκοισετο. vοίυῖς ϟος ολπο εἱς Ποτὲ Παιε. Πἱ ΒαιοῖΒυε ἱηανῖ ρωοΓε ἰοίετει. Ἀλλ´ ὅρα κἀνταῦθα κηδεμονίαν Θεοῦ. Ἐπειδὴ γὰρ τουτὶ τὸ ζῶον, ἡ ἔλαφος δηλονότι, δειλόν ἐστι, καὶ διὰ τοῦτο φυγαῖς ἀεί ποτε κέχρηται, προκατεσκεύασεν αὐτὴν ὁ Θεὸς ὥστε παρακατέχειν ἀσφαλῶς Ἀν τῇ μήτρᾳ τὰ ἔγγονα αὐτῆς. Καὶ δῆλον ἐν τοῖς τῶν περιεχομένων τῷ Ἰὼβ τῷ μακαρίῳ ἐκείνῳ ἀνδρί -Τηνικαῦτα κριθῆναι μετὰ Θεοῦ ἐζήτει, καὶ τάδε πρὸς τοῖς ἄλλοις ἔλεγεν ὁ Θεός· «Ἐφύλαξας ὡδῖνας ἐλάφων, ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρεις τοκετοῦ;» Θαῦμα καὶ γὰρ πῶς ἡ ἔλαφος φεύγουσα καὶ ἐπὶ τοσοῦτον πηδῶσα οὐκ ἀμβλώσκει. Πρός γε τοῖς εἰρημένοις καὶ τοῦτο περὶ ἐλάρου λέγουσιν, ὕτι τῶν ῥινῶν πνεύματι ἀναφέρει τοὺς φεις ἀπὸ τοῦ φωλεοῦ καὶ κατεσθίει, τῷ φόβῳ δὲ τοῦ ἰοῦ καρκίνους ἐσθίει καὶ οὐ βλάπτεται. Ὁ δέ γε κάστωρ ὅταν ὑπὸ κυνηγετῶν διώκιται διὰ τὰ γεννητικὰ αὐτοῦ μόρια, καὶ γνῷ ὅτι καταλαμβάνεται, κόπτει ταῦτα καὶ ῥίπτει τῷ κυνηγῷ. Εἰ δὲ καὶ μετὰ ταῦτα παρ´ ἑτέρου διώκεται κυνηγοῦ, ῥίπτει ἑαυτὸν ὕπτιον· καὶ νοήσας ἐντεῦθεν ὁ κυνηγὸς ὅτι ἀναγκαῖα οὐκ ἔχει, ἀναχωρεῖ ἀπ´ αὐτοῦ. Ἔτι δὲ καὶ τοῦτο ζητεῖς, ἀγαπητὲ, τίνος ἕνεκεν ἐπὶ τῶν τετραπόδων καὶ τῶν λοιπῶν ζώων ἀπλῶς πὰ ἔγγονα τοῖς γονεῦσιν ὁμοιότητα φέρουσιν, ἐπὶ δὲ τῶν ἀνθρώπων οὐ τοσοῦτον; Διότι ὁ μὲν ἄνθρωπος πολλαχῶς διατίθεται τὴν ψυχὴν ἐν αὐτῷ τῷ τῆς συναφείας